[26] οἷός τις ἐνταῦθα γέγονας τοσούτων μὲν ἐθνῶν καὶ στρατοπέδων καὶ χρημάτων ἐν ἡμέρᾳ μιᾷ γεγονὼς κύριος, τὸν πολέμιον δέ, εἰ καὶ μὴ τοῖς ἔργοις, ἀλλὰ τῇ γνώμῃ φανέντα, τὴν ἀρχὴν ἀφελόμενος καὶ τοῦ σώματος κρατήσας;
Ἆρ’ οὐ τούτῳ μὲν ἄμεινον καὶ δικαιότερον προσηνέχθης ἢ Κῦρος τῷ πάππῳ, τοῖς περὶ αὐτὸν δὲ τὰς τιμὰς διεφύλαξας οὐδὲν οὐδενὸς ἀφελόμενος,
32b
προσθεὶς δὲ οἶμαι δωρεὰς πολλοῖς; τίς δέ σʼ εἶδεν ἢ πρὸ τοῦ κρατῆσαι σκυθρωπὸν λίαν ἢ μετὰ τοῦθʼ ὑπερηδόμενον; καίτοι πῶς ἄξιον ἐπαινεῖν ἐστί σε δημηγόρον ἅμα καὶ στρατηγὸν ἢ βασιλέα χρηστὸν καὶ γενναῖον ὁπλίτην προσαγορεύοντας; ὃς πάλαι μὲν ἀπορραγὲν τὸ στρατηγεῖον ἀπὸ τοῦ βήματος ἐς ταὐτὸν πάλιν ἐπαναγαγεῖν ἠξίωσας σχῆμα, μιμούμενος οἶμαι Ὀδυσσέα καὶ Νέστορα
32c
καὶ τοὺς ἐξελόντας Καρχηδόνα Ῥωμαίων στρατηγούς, οἳ φοβερωτέρους αὑτοὺς ἀπὸ τοῦ βήματος τοῖς ἀδικοῦσιν ἢ τοῖς πολεμίοις ἐπὶ τῆς παρατάξεως ἀεὶ κατέστησαν. Δημοσθένους δὲ καὶ ὅστις τοῦτον ἐζήλωκε τὴν ἐν τοῖς λόγοις ἰσχὺν αἰδούμενος, τῷ τρόπῳ τῆς δημηγορίας οὔποτʼ ἂν ἀξιώσαιμι τῷ σῷ παραβαλεῖν τἀκείνων θέατρα. οὐ γὰρ ἐν τοῖς ὁπλίταις ἐδημηγόρουν οὐδὲ ὑπὲρ τοσούτων κινδυνεύοντες, ἀλλʼ ὑπὲρ χρημάτων ἢ τιμῆς ἢ δόξης, ἢ φίλοις συνερεῖν ἐπαγγειλάμενοι,
32d
ἀπῄεσαν οἶμαι πολλάκις ἀπὸ τοῦ βήματος, τοῦ δήμου θορυβήσαντος, ὠχροὶ καὶ τρέμοντες, ὥσπερ οἱ δειλοὶ τῶν πολεμίων ἐν ὄψει στρατηγοὶ παραταττόμενοι. καὶ οὐδεὶς ἂν εἰπεῖν ἔχοι τοσοῦτον ἔργον ἑτέρῳ πραχθὲν πώποτε καὶ τοσούτων ἐθνῶν κτῆσιν ἐκ δικαστηρίου, ἄλλως τε καὶ πρὸς ἄνδρα
33a
τῆς δίκης οὔσης οὐχ, ὡς οἱ πολλοί φασιν, εὐκαταφρόνητον, ἀλλὰ πολλαῖς μὲν στρατείαις γνώριμον, πρεσβύτην δὲ ἤδη καὶ τὴν ἐμπειρίαν ἐκ τοῦ χρόνου δοκοῦντα προσειληφέναι καὶ τῶν στρατοπέδων ἐκείνων ἄρχειν λαχόντα πολὺν ἤδη χρόνον. τίς οὖν ἡ ῥώμη γέγονε τῶν λόγων; τίς δὲ ἡ πειθὼ τοῖς χείλεσιν ἐπικαθημένη, ἡ παντοδαπῶν ἀνθρώπων συνειλεγμένων τὸ κέντρον ἐγκαταλιπεῖν ἰσχύσασα ταῖς ψυχαῖς, καὶ νίκην παρασχεῖν τῷ
33b
μεγέθει μὲν ἐνάμιλλον ταῖς ἐκ τῶν ὅπλων περιγινομέναις, εὐαγῆ δὲ καὶ καθαράν, ὥσπερ ἱερέως ἐς θεοῦ φοιτῶντος, ἀλλʼ οὐ βασιλέως ἐς πόλεμον, ἔργον γενομένην; καίτοι γε μὴν ταύτης εἰκόνα τῆς πράξεως μακρῷ λειπομένην καὶ Πέρσαι θρυλοῦσι, τοὺς Δαρείου παῖδας τοῦ πατρὸς τελευτήσαντος ὑπὲρ τῆς ἀρχῆς διαφερομένους δίκῃ τὰ καθʼ αὑτοὺς καὶ οὐ τῇ τῶν ὅπλων ἐπιτρέψαι κρίσει. σοὶ δὲ πρὸς μὲν τοὺς ἀδελφοὺς οὔτε ἐν τοῖς λόγοις
33c
οὔτε ἐν τοῖς ἔργοις ἀγὼν γέγονεν οὐδὲ εἷς· ἔχαιρες δὲ οἶμαι τῷ κοινὴν πρὸς ἐκείνους εἶναί σοι τὴν ἐπιμέλειαν μᾶλλον ἢ τῷ μόνος ἁπάντων γενέσθαι κύριος· πρὸς δὲ τὸν ἀσεβὲς μὲν ἢ παράνομον οὐδὲν εἰργασμένον, ἄπιστον δὲ τῇ γνώμῃ φανέντα ἐν ἐλέγχοις, οἳ τὴν ἀπιστίαν ἐκείνου δείξουσι.