[15] Ἀλλʼ ὑπὲρ μὲν τούτων καὶ αὖθις ἐξέσται διὰ μακροτέρων δηλῶσαι. ὅπως δὲ τῶν πραγμάτων
20b
ἐπεμελήθης, τοσούτων κύκλῳ περιστάντων μετὰ τὴν τοῦ πατρὸς τελευτὴν κινδύνων καὶ παντοδαπῶν πραγμάτων, θορύβου, πολέμου ἀναγκαίου, πολλῆς καταδρομῆς, συμμάχων ἀποστάσεως, στρατοπέδων ἀταξίας, ὅσα ἄλλα τότε δυσχερῆ κατελάμβανεν, ἴσως ἤδη διελθεῖν ἄξιον. ἐπειδὴ γάρ σοι τὰ τῶν συνθηκῶν μετὰ τῆς ἀρίστης ὁμονοίας διῴκητο, παρῆν δὲ ὁ καιρὸς τοῖς πράγμασιν
20c
ἐπιτάττων βοηθεῖν κινδυνεύουσι, πορείαις ταχείαις χρησάμενος ὅπως μὲν ἐκ Παιόνων ἐν Σύροις ὤφθης, οὐδὲ τῷ λόγῳ δεῖξαι ῥᾴδιον· ἀρκεῖ δὲ τοῖς ἐγνωκόσιν ἡ πεῖρα. ὅπως δὲ πρὸς τὴν παρουσίαν τὴν σὴν ἀθρόως ἅπαντα μεταβαλόντα καὶ μεταστάντα πρὸς τὸ βέλτιον οὐ μόνον τῶν ἐπικρεμασθέντων ἡμᾶς ἀπήλλαξε φόβων, ἀμείνους δὲ μακρῷ τὰς ὑπὲρ τῶν μελλόντων παρέσχεν
20d
ἐλπίδας, τίς ἂν ἀρκέσειε τῶν ἁπάντων εἴπεῖν; τὰ μὲν τῶν στρατοπέδων, πλησίον γενομένου μόνον, ἐπέπαυτο τῆς ἀταξίας καὶ μεθειστήκει πρὸς κόσμον, Ἀρμενίων δὲ οἱ προσθέμενοι τοῖς πολεμίοις εὐθὺς μετέστησαν, σοῦ τοὺς μὲν αἰτίους τῆς φυγῆς τῷ τῆς χώρας ἐκείνης ἄρχοντι παρ’ ἡμᾶς ἐξαγαγόντος, τοῖς φεύγουσι δὲ τὴν ἐς τὴν οἰκείαν κάθοδον ἀδεᾶ παρασκευάσαντος. οὕτω δὲ φιλανθρώπως τοῖς τε παρ’ ἡμᾶς ἀφικομένοις ἄρτι
21a
χρησαμένου καὶ τοῖς ἐκ τῆς φυγῆς μετὰ τοῦ σφῶν ἄρχοντος κατεληλυθόσι πρᾴως ὁμιλοῦντος, οἱ μέν, ὅτι καὶ πρότερον ἀπέστησαν, αὑτοὺς ἀπωλοφύραντο, οἱ δὲ τὴν παροῦσαν τύχην τῆς πρόσθεν ἠγάπων μᾶλλον δυναστείας. καὶ οἱ μὲν φεύγοντες ἔμπροσθεν ἔργῳ σωφρονεῖν ἔφασαν ἐκμαθεῖν, οἱ δὲ τοῦ μὴ μεταστῆναι τῆς ἀμοιβῆς ἀξίας τυγχάνειν. τοσαύτῃ δὲ ἐχρήσω περὶ τοὺς κατελθόντας ὑπερβολῇ δωρεῶν καὶ τιμῆς, ὥστε μηδὲ
21b
τοῖς ἐχθίστοις σφῶν εὖ πράττουσι καὶ τὰ εἰκότα τιμωμένοις ἄχθεσθαι μηδὲ βασκαίνειν. ταῦτα δὲ ἐν βραχεῖ καταστησάμενος καὶ τοὺς ἐξ Ἀραβίας λῃστὰς ἐπὶ τοὺς πολεμίους ταῖς πρεσβείαις τρέψας, ἐπὶ τὰς τοῦ πολέμου παρασκευὰς ἦλθες, ὑπὲρ ὧν οὐ χεῖρον ἐν βραχεῖ προειπεῖν.