[8] ὅτι δὲ οὐδὲ νοεῖν οἷόν τε, εἰ σῶμα ἡ ψυχὴ ὁτιοῦν εἴη, δεικτέον ἐκ τῶνδε. εἰ γὰρ τὸ αἰσθάνεσθαί ἐστι τὸ σώματι προσχρωμένην τὴν ψυχὴν ἀντιλαμβάνεσθαι τῶν αἰσθητῶν, οὐκ ἂν εἴη καὶ τὸ νοεῖν τὸ διὰ σώματος καταλαμβάνειν, ἢ ταὐτὸν ἔσται τῷ αἰσθάνεσθαι. εἰ οὖν τὸ νοεῖν ἐστι τὸ ἄνευ σώματος ἀντιλαμβάνεσθαι, πολὺ πρότερον δεῖ μὴ σῶμα αὐτὸ τὸ νοῆσον εἶναι. ἐπεὶ αἰσθητῶν μὲν ἡ αἴσθησις, νοητῶν δὲ ἡ νόησις. εἰ δὲ μὴ βούλονται, ἀλλ̓ οὖν ἔσονταί γε καὶ νοητῶν τινων νοήσεις καὶ ἀμεγέθων ἀντιλήψεις. πῶς οὖν μέγεθος ὂν τὸ μὴ μέγεθος νοήσει; καὶ τῷ μεριστῷ τὸ μὴ μεριστὸν νοήσει; ἢ μέρει τινὶ ἀμερεῖ αὑτοῦ. εἰ δὲ τοῦτο, οὐ σῶμα ἔσται τὸ νοῆσον: οὐ γὰρ δὴ τοῦ ὅλου χρεία πρὸς τὸ θιγεῖν: ἀρκεῖ γὰρ καὶ ἕν τι. εἰ μὲν οὖν συγχωρήσονται τὰς πρώτας νοήσεις, ὅπερ ἀληθές ἐστιν, εἶναι τῶν πάντη σώματος καθαρωτάτων, αὐτοῦ ἑκάστου ἀνάγκη καὶ τὸ νοοῦν σώματος καθαρὸν ὂν ἢ γιγνόμενον γιγνώσκειν. εἰ δὲ τῶν ἐν ὕλῃ εἰδῶν τὰς νοήσεις φήσουσιν εἶναι, ἀλλὰ χωριζομένων γε τῶν σωμάτων γίγνονται τοῦ νοῦ χωρίζοντος. οὐ γὰρ δὴ μετὰ σαρκῶν ἢ ὅλως ὕλης ὁ χωρισμὸς κύκλου καὶ τριγώνου καὶ γραμμῆς καὶ σημείου. δεῖ ἄρα καὶ τὴν ψυχὴν σώματος αὑτὴν ἐν τῷ τοιούτῳ χωρίσαι. δεῖ ἄρα μηδὲ αὐτὴν σῶμα εἶναι. ἀμέγεθες δέ, οἶμαι, καὶ τὸ καλὸν καὶ τὸ δίκαιον: καὶ ἡ τούτων ἄρα νόησις. ὥστε καὶ προσιόντα τῷ ἀμερεῖ αὑτῆς ὑποδέξεται καὶ ἐν αὐτῇ ἐν ἀμερεῖ κείσεται. πῶς δ̓ ἂν καὶ σώματος οὔσης τῆς ψυχῆς ἀρετὰ αὐτῆς, σωφροσύνη καὶ δικαιοσύνη
ἀνδρεία τε καὶ ἄλλαι; πνεῦμά τι γὰρ ἢ αἷμά τι τὸ σωφρονεῖν
ἂν εἴη ἢ δικαιότης ἢ ἀνδρεία, εἰ μὴ ἄρα ἡ ἀνδρεία τὸ δυσπαθὲς τοῦ πνεύματος εἴη, καὶ ἡ σωφροσύνη ή εὐκρασία, τὸ δὲ κάλλος εὐμορφία τις ἐν τύποις, καθ̓ ἣν λέγομεν ἰδόντες ὡραίους καὶ καλοὺς τὰ σώματα. ἰσχυρῷ μὲν οὖν καὶ καλῷ ἐν τύποις πνεύματι εἶναι προσήκοι ἄν: σωφρονεῖν δὲ τί δεῖ πνεύματι; ἀλλ̓ οὖν τοὐναντίον ἐν περιπτύξεσι καὶ ἁφαῖς εὖ παθεῖν, ὅπου ἢ θερμανθήσεται, ἢ συμμέτρως ψύχεος ἱμερεῖ, ἢ μαλακοῖς τισι καὶ ἁπαλοῖς καὶ λείοις πελάσει. τὸ δὲ κατ̓ ἀξίαν νεῖμαι τί ἂν αὐτῷ μέλοι; πότερον δὲ ἀιδίων ὄντων τῶν τῆς ἀρετῆς θεωρημάτων καὶ τῶν ἄλλων τῶν νοητῶν ἡ ψυχὴ ἐφάπτεται, ἢ γίνεταί τῳ ἡ ἀρετὴ καὶ ὠφελεῖ καὶ πάλιν φθείρεται; ἀλλὰ τίς ὁ ποιῶν καὶ πόθεν; οὕτω γὰρ ἂν ἐκεῖνο πάλιν μένοι. δεῖ ἄρα ἀιδίων εἶναι καὶ μενόντων, οἷα καὶ τὸ ἐν γεωμετρίᾳ. εἰ δὲ ἀιδίων καὶ μενόντων, οὐ σωμάτων. δεῖ ἄρα καὶ ἐν ᾧ ἔσται τοιοῦτον εἶναι: δεῖ ἄρα μὴ σῶμα εἶναι. οὐ γὰρ μένει, ἀλλὰ ῥεῖ ἡ σώματος φύσις πᾶσα. εἰ δὲ τὰς τῶν σωμάτων ποιήσεις ὁρῶντες θερμαινούσας καὶ ψυχούσας καὶ ὠθούσας καὶ βαρυνούσας ἐνταῦθα τάττουσι τὴν ψυχὴν οἷον ἐν δραστηρίῳ τόπῳ ἱδρύοντες αὐτήν, πρῶτον μὲν ἀγνοοῦσιν, ὡς καὶ αὐτὰ τὰ σώματα δυνάμεσι ταῖς ἐν αὐτοῖς ἀσωμάτοις ταῦτα ἐργάζεται: ἔπειτα, ὅτι οὐ ταύτας τὰς δυνάμεις περὶ ψυχὴν εἶναι ἀξιοῦμεν, ἀλλὰ τὸ νοεῖν, τὸ αἰσθάνεσθαι, λογίζεσθαι, ἐπιθυμεῖν, ἐπιμελεῖσθαι ἐμφρόνως καὶ καλῶς ἁπάντων, ἄλλην οὐσίαν ζητεῖ. τὰς οὖν δυνάμεις τῶν σωμάτων μεταβιβάσαντες εἰς τὰ ἀσώματα οὐδεμίαν ἐκείνοις καταλείπουσιν. ὅτι δὲ καὶ τὰ σώματα ἀσωμάτοις δυνάμεσι δύναται ἃ δύναται, ἐκ τῶνδε δῆλον. ὁμολογήσουσι γὰρ ἕτερον ποιότητα καὶ ποσότητα εἶναι, καὶ πᾶν σῶμα ποσὸν εἶναι, καὶ ἔτι οὐ πᾶν σῶμα ποιὸν εἶναι, ὥσπερ τὴν ὕλην. ταῦτα δὲ ὁμολογοῦντες τὴν ποιότητα ὁμολογήσουσιν ἕτερον οὖσαν ποσοῦ ἕτερον σώματος εἶναι. πῶς γὰρ μὴ ποσὸν οὖσα σῶμα ἔσται, εἴπερ πᾶν σῶμα ποσόν; καὶ μὴν ὅπερ καὶ ἄνω που ἐλέγετο, εἰ πᾶν σῶμα μεριζόμενον καὶ ὄγκος πᾶς ἀφαιρεῖται ὅπερ ἦν, κερματιζομένου δὲ τοῦ σώματος ἐφ̓ ἑκάστῳ μέρει ἡ αὐτὴ ὅλη ποιότης μένει: οἷον
εἰ ἡ γλυκύτης ἡ τοῦ μέλιτος οὐδὲν ἔλαττον γλυκύτης ἐστὶν ἐφ̓ ἑκάστῳ, οὐκ ἂν εἴη σῶμα
ἡ γλυκύτης. ὁμοίως καὶ αἱ ἄλλαι. ἔπειτα, εἰ σώματα ἦσαν αἱ δυνάμεις, ἀναγκαῖον ἦν τὰς μὲν ἰσχυρὰς τῶν δυνάμεων μεγάλους ὄγκους, τὰς δὲ ὀλίγον δρᾶν δυναμένας ὄγκους μικροὺς εἶναι. εἰ δὲ μεγάλων μὲν τῶν ὄγκων μικραί,
οὐκ ὀλίγοι δὲ μικρότατοι τῶν ὄγκων μεγίστας ἔχουσι τὰς δυνάμεις, ἄλλῳ τινὶ ἢ μεγέθει τὸ ποιεῖν ἀναθετέον: ἀμεγέθει ἄρα. τὸ δὲ ὕλην μὲν τὴν αὐτὴν εἶναι σῶμα, ὥς φασιν, οὖσαν, διάφορα δὲ ποιεῖν ποιότητας προσλαβοῦσαν, πῶς οὐ δῆλον ποιεῖ τὰ προσγενόμενα λόγους αὐτοὺς καὶ ἀσωμάτους εἶναι; μηδ̓ ὅτι πνεύματος ἢ αἵματος ἀποστάντων ἀποθνήσκει τὰ ζῷα λεγόντων. οὐ γὰρ ἔστιν ἄνευ τούτων εἶναι, οὐδ̓ ἄνευ πολλῶν ἄλλων, ὧν οὐδὲν ἂν ἡ ψυχὴ εἴη. καὶ μὴν οὔτε πνεῦμα διὰ πάντων οὔτε αἷμα, ψυχὴ δέ. ἔτι εἰ σῶμα οὖσα ἡ ψυχὴ διῆλθε διὰ παντός, κἂν κραθεῖσα εἴη, ὃν τρόπον τοῖς ἄλλοις σώμασιν ἡ κρᾶσις. εἰ δὲ ἡ τῶν σωμάτων κρᾶσις οὐδὲν ἐνεργείᾳ ἐᾷ εἶναι τῶν κραθέντων, οὐδ̓ ἂν ἡ ψυχὴ ἔτι ἐνεργείᾳ ἐνείη τοῖς σώμασιν, ἀλλὰ δυνάμει μόνον ἀπολέσασα τὸ εἶναι ψυχή: ὥσπερ, εἰ γλυκὺ καὶ πικρὸν κραθείη, τὸ γλυκὺ οὐκ ἔστιν: οὐκ ἄρα ἔχομεν ψυχήν. τὸ δὲ δὴ σῶμα ὂν σώματι κεκρᾶσθαι ὅλον δἰ ὅλων, ὡς ὅπου ἂν ᾖ
θάτερον καὶ θάτερον εἶναι, ἴσον ὄγκον ἀμφοτέρων καὶ τὸ πᾶν κατεχόντων καὶ μηδεμίαν αὔξην γεγονέναι ἐπεμβληθέντος τοῦ ἑτέρου, οὐδὲν ἀπολείψει ὃ μὴ τέμῃ. οὐ γὰρ κατὰ μεγάλα μέρη παραλλὰξ ἡ κρᾶσις — οὕτω γάρ φασι παράθεσιν ἔσεσθαι — διεληλυθὸς δὲ διὰ παντὸς τὸ ἐπεμβληθὲν ἐπὶ σμικρότερον: ὅπερ ἀδύνατον, τὸ ἔλαττον ἴσον γενέσθαι τῷ μείζονι. ἀλλ̓ οὖν διεληλυθὸς πᾶν τέμνει κατὰ πᾶν. ἀνάγκη τοίνυν, εἰ καθ̓ ὁτιοῦν σημεῖον καὶ μὴ μεταξὺ σῶμα ἔσται ὃ μὴ τέτμηται, εἰς σημεῖα τὴν διαίρεσιν τοῦ σώματος γεγονέναι, ὅπερ ἀδύνατον. εἰς δὲ ἄπειρον τῆς τομῆς οὔσης — ὃ γὰρ ἂν λάβῃς σῶμα, διαιρετόν ἐστιν — οὐ δυνάμει μόνον, ἐνεργείᾳ δὲ τὰ ἄπειρα ἔσται. οὐ τοίνυν ὅλον δἰ ὅλου χωρεῖν δυνατὸν τὸ σῶμα: ἡ δὲ ψυχὴ δἰ ὅλων: ἀσώματος ἄρα. τὸ δὲ καὶ φύσιν μὲν προτέραν τὸ αὐτὸ πνεῦμα λέγειν, ἐν δὲ ψυχρῷ γενομένην καὶ στομωθεῖσαν ψυχὴν γίνεσθαι λεπτοτέραν ἐν ψυχρῷ γενομένην — ὃ δὴ καὶ αὐτὸ ἄτοπον, πολλὰ γὰρ ζῷα ἐν θερμῷ γίγνεται καὶ ψυχὴν ἔχει οὐ ψυχθεῖσαν: ἀλλ̓ οὖν φασί γε προτέραν φύσιν ψυχῆς εἶναι κατὰ συντυχίας τὰς ἔξω γιγνομένης. συμβαίνει οὖν αὐτοῖς τὸ χεῖρον πρῶτον ποιεῖν καὶ πρὸ τούτου ἄλλο ἔλαττον, ἣν λέγουσιν ἕξιν, ὁ δὲ νοῦς ὕστατος ἀπὸ τῆς ψυχῆς δηλονότι γενόμενος: ἢ εἰ πρὸ πάντων νοῦς, ἐφεξῆς ἔδει ψυχὴν ποιεῖν, εἶτα φύσιν, καὶ ἀεὶ τὸ ὕστερον χεῖρον, ᾗπερ πέφυκεν. εἰ οὖν καὶ ὁ θεὸς αὐτοῖς κατὰ τὸν νοῦν ὕστερος καὶ γεννητὸς καὶ ἐπακτὸν τὸ νοεῖν ἔχον, ἐνδέχοιτο ἂν μηδὲ ψυχὴν μηδὲ νοῦν μηδὲ θεὸν εἶναι, εἰ τὸ δυνάμει μὴ ὄντος πρότερον τοῦ ἐνεργείᾳ οὐκ ἂν γένοιτο οὐδὲ ἥξει εἰς ἐνέργειαν. τί γὰρ ἔσται τὸ ἄγον, μὴ ὄντος ἑτέρου παῤ αὐτὸ προτέρου; εἰ δ̓ ἑαυτὸ ἄξει εἰς ἐνέργειαν, ὅπερ ἄτοπον, ἀλλὰ βλέπον γε πρός τι ἄξει, ὃ οὐ δυνάμει, ἐνεργείᾳ δὲ ἔσται. καίτοι τὸ ἀεὶ μένειν τὸ αὐτὸ εἴπερ τὸ δυνάμει ἕξει, καθ̓ ἑαυτὸ εἰς ἐνέργειαν ἥξει καὶ τοῦτο κρεῖττον ἔσται τοῦ δυναμένου οἷον ὀρεκτὸν ὂν ἐκείνου. πρότερον ἄρα τὸ κρεῖττον καὶ ἑτέραν φύσιν ἔχον σώματος καὶ ἐνεργείᾳ ὂν ἀεί: πρότερον ἄρα καὶ νοῦς καὶ ψυχὴ φύσεως. οὐκ ἄρα οὕτως ψυχὴ ὡς πνεῦμα οὐδ̓ ὡς σῶμα. ἀλλ̓ ὅτι μὲν οὐ σῶμα λέγοιτ̓ ἄν, εἴρηται καὶ ἄλλοις ἕτερα, ἱκανὰ δὲ καὶ ταῦτα. ἐπεὶ δὲ καὶ ἄλλης φύσεως, δεῖ ζητεῖν τίς αὕτη. ἆῤ οὖν ἕτερον μὲν σώματος, σώματος δέ τι, οἷον ἁρμονία; τοῦτο γὰρ τῶν ἀμφὶ Πυθαγόραν λεγόντων ἕτερον τρόπον ᾠήθησαν αὐτὸ τοιοῦτόν τι εἶναι οἷον καὶ ἡ περὶ χορδὰς ἁρμονία. ὡς γὰρ ἐνταῦθα ἐντεταμένων τῶν χορδῶν ἐπιγίνεταί τι οἷον πάθημα ἐπ̓ αὐταῖς, ὃ λέγεται ἁρμονία, τὸν αὐτὸν τρόπον καὶ τοῦ ἡμετέρου σώματος ἐν κράσει ἀνομοίων γινομένου τὴν ποιὰν κρᾶσιν ζωήν τε ἐργάζεσθαι καὶ ψυχὴν οὖσαν τὸ ἐπὶ τῇ κράσει πάθημα. ὅτι δὲ ἀδύνατον, πολλὰ ἤδη πρὸς ταύτην τὴν δόξαν εἴρηται. καὶ γὰρ ὅτι τὸ μὲν πρότερον ἡ ψυχή, ἡ δ̓ ἁρμονία ὕστερον, καὶ ὡς τὸ μὲν ἄρχει καὶ ἐπιστατεῖ τῷ σώματι καὶ μάχεται πολλαχῇ, ἁρμονία δὲ οὖσα οὐκ ἂν ταῦτα ποιοῖ, καὶ ὡς τὸ μὲν οὐσία, ἡ δὲ ἁρμονία οὐκ οὐσία, καὶ ὅτι ἡ κρᾶσις τῶν σωμάτων, ἐξ ὧν συνέσταμεν, ἐν λόγῳ οὖσα ὑγίεια ἂν εἴη καὶ ὅτι καθ̓ ἕκαστον μέρος ἄλλως κραθὲν εἴη ἂν ψυχὴ ἑτέρα, ὥστε πολλὰς εἶναι, καὶ τὸ δὲ μέγιστον, ὡς ἀνάγκη πρὸ τῆς ψυχῆς ταύτης ἄλλην ψυχὴν εἶναι τὴν ποιοῦσαν τὴν ἁρμονίαν ταύτην, οἷον ἐπὶ τῶν ὀργάνων τὸν μουσικὸν τὸν ἐντιθέντα ταῖς χορδαῖς τὴν ἁρμονίαν λόγον ἔχοντα παῤ αὑτῷ, καθ̓ ὃν ἁρμόσει. οὔτε γὰρ ἐκεῖ αἱ χορδαὶ παῤ αὑτῶν οὔτ̓ ἐνταῦθα τὰ σώματα ἑαυτὰ εἰς ἁρμονίαν ἄγειν. δυνήσεται. ὅλως δὲ καὶ οὗτοι ἐξ ἀψύχων ἔμψυχα ποιοῦσι καὶ ἐξ ἀτάκτων κατὰ συντυχίαν τεταγμένα καὶ τὴν τάξιν οὐκ ἐκ τῆς ψυχῆς, ἀλλ̓ αὐτὴν ἐκ τῆς αὐτομάτου τάξεως τὴν ὑπόστασιν εἰληφέναι. τοῦτο δὲ οὔτε ἐν τοῖς κατὰ μέρος οὔτε ἐν τοῖς ὅλοις δυνατὸν γενέσθαι. οὐκ ἄρα ἡ ψυχὴ ἁρμονία. τὸ δὲ τῆς ἐντελεχείας ὧδ̓ ἄν τις ἐπισκέψαιτο, πῶς περὶ ψυχῆς λέγεται: τὴν ψυχήν φασιν ἐν τῷ συνθέτῳ εἴδους τάξιν ὡς πρὸς ὕλην τὸ σῶμα
τὸ ἔμψυχον ἔχειν, σώματος δὲ οὐ παντὸς εἶδος οὐδὲ ᾗ σῶμα, ἀλλὰ φυσικοῦ ὀργανικοῦ δυνάμει ζωὴν ἔχοντος. εἰ μὲν οὖν ᾗ παραβέβληται ὡμοίωται, ὡς μορφὴ ἀνδριάντος πρὸς χαλκόν, καὶ
δεῖ διαιρουμένου τοῦ σώματος συμμερίζεσθαι
καὶ τὴν ψυχὴν καὶ ἀποκοπτομένου τινὸς μέρους μετὰ τοῦ ἀποκοπέντος
καὶ ψυχῆς μόριον εἶναι, τήν τε ἐν τοῖς ὕπνοις ἀναχώρησιν μὴ γίνεσθαι, εἴπερ δεῖ προσφυᾶ τὴν ἐντελέχειαν οὗ ἐστιν εἶναι, τὸ δ̓ ἀληθές, μηδὲ ὕπνον γίνεσθαι, καὶ μὴν ἐντελεχείας οὔσης οὐδὲ ἐναντίωσιν λόγου πρὸς ἐπιθυμίας, ἓν δὲ καὶ ταὐτὸν δἰ ὅλου πεπονθέναι τὸ πᾶν οὐ διαφωνοῦν ἑαυτῷ. αἰσθήσεις δὲ μόνον δυνατὸν ἴσως γίνεσθαι, τὰς δὲ νοήσεις ἀδύνατον. διὸ καὶ αὐτοὶ ἄλλην ψυχὴν τὸν νοῦν εἰσάγουσιν, ὃν ἀθάνατον τίθενται. τὴν οὖν λογιζομένην ψυχὴν ἄλλως ἐντελέχειαν ἢ τοῦτον τὸν τρόπον ἀνάγκη εἶναι, εἰ δεῖ τῷ ὀνόματι τούτῳ χρῆσθαι. οὐδ̓ ἡ αἰσθητική, εἴπερ καὶ αὕτη τῶν αἰσθητῶν ἀπόντων τοὺς τύπους ἔχει, αὐτοὺς οὐ μετὰ τοῦ σώματος ἄρα ἕξει: εἰ δὲ μή, οὕτως ἐνέσονται ὡς μορφαὶ καὶ εἰκόνες. ἀλλ̓ ἀδύνατον ἄλλους δέχεσθαι, εἰ οὕτως ἐνεῖεν: οὐκ ἄρα ὡς ἀχώριστος ἐντελέχεια. καὶ μὴν οὐδὲ τὸ ἐπιθυμοῦν, μὴ σιτίων μηδὲ ποτῶν ἀλλ̓ ἄλλων παρὰ τὰ τοῦ σώματος, οὐδὲ αὐτὸ ἀχώριστος ἐντελέχεια. λοιπὸν δὲ τὸ φυτικὸν ἂν εἴη, ὃ ἀμφισβήτησιν ἂν δόξειεν ἔχειν, μήποτε τοῦτον τὸν τρόπον ἐντελέχεια ἀχώριστος ᾖ. ἀλλ̓ οὐδὲ τοῦτο φαίνεται οὕτως ἔχον. καὶ γὰρ ἡ ἀρχὴ παντὸς φυτοῦ περὶ τὴν ῥίζαν, καὶ αὐξανομένου τοῦ ἄλλου σώματος περὶ τὴν ῥίζαν καὶ τὰ κάτω ἐν πολλοῖς τῶν φυτῶν, ἡ ψυχὴ δηλονότι ἀπολιποῦσα τὰ ἄλλα μέρη εἰς ἕν τι συνεστάλη: οὐκ ἄρα ἦν ἐν τῷ ὅλῳ ὡς ἀχώριστος ἐντελέχεια. καὶ γὰρ αὖ ἐστι πρὶν αὐξηθῆναι τὸ φυτὸν ἐν τῷ ὀλίγῳ ὄγκῳ. εἰ οὖν καὶ εἰς ὀλίγον ἔρχεται ἐκ μείζονος φυτοῦ καὶ ἐξ ὀλίγου ἐπὶ πᾶν, τί κωλύει καὶ ὅλως χωρίζεσθαι; πῶς δ̓ ἂν καὶ ἀμερὴς οὖσα μεριστοῦ τοῦ σώματος ἐντελέχεια γένοιτο μεριστή; ἥ τε αὐτὴ ψυχὴ ἐξ ἄλλου ζῴου ἄλλου γίνεται: πῶς οὖν ἡ τοῦ προτέρου τοῦ ἐφεξῆς ἂν γένοιτο, εἰ ἦν ἐντελέχεια ἑνός; φαίνεται δὲ τοῦτο ἐκ τῶν μεταβαλλόντων ζῴων εἰς ἄλλα ζῷα. οὐκ ἄρα τῷ εἶδος εἶναί τινος τὸ εἶναι ἔχει, ἀλλ̓ ἔστιν οὐσία οὐ παρὰ τοῦ ἐν σώματι ἱδρῦσθαι τὸ εἶναι λαμβάνουσα, ἀλλ̓ οὖσα πρὶν καὶ τοῦδε γενέσθαι οἷον ζῴου, οὗ τὸ σῶμα τὴν ψυχὴν γεννήσει. τίς οὖν οὐσία αὐτῆς; εἰ δὲ μήτε σῶμα, μήτε πάθος σώματος, πρᾶξις δὲ καὶ ποίησις, καὶ πολλὰ καὶ ἐν αὐτῇ καὶ ἐξ αὐτῆς, οὐσία παρὰ τὰ σώματα οὖσα ποία τίς ἐστιν; ἢ δῆλον ὅτι ἥν φαμεν ὄντως οὐσίαν εἶναι. τὸ μὲν γὰρ γένεσις, ἀλλ̓ οὐκ οὐσία, πᾶν τὸ σωματικὸν εἶναι λέγοιτ̓ ἄν, γινόμενον καὶ ἀπολλύμενον, ὄντως δὲ οὐδέποτε ὄν, μεταλήψει δὲ τοῦ ὄντος σωζόμενον, καθ̓ ὅσον ἂν αὐτοῦ μεταλαμβάνῃ.