[28] τὸ δ̓ ἐκ τοῦ λόγου συμβαῖνον νῦν ὀπτέον. εἰ γὰρ πανταχοῦ τὸ παραγινόμενον ὡς ἀγαθὸν εἶδος, καὶ τῇ ὕλῃ δὲ εἶδος ἔνι τὸ ἀγαθόν, πότερον ἠθέλησεν ἂν ἡ ὕλη, εἴπερ ἦν αὐτῇ τὸ θέλειν, εἶδος μόνον γενέσθαι; ἀλλ̓ εἰ τοῦτο, ἀπολέσθαι θελήσει: τὸ δ̓ ἀγαθὸν αὑτῷ πᾶν ζητεῖ. ἀλλ̓ ἴσως οὐχ ὕλη εἶναι ζητήσει, ἀλλὰ εἶναι, τοῦτο δ̓ ἔχουσα ἀφεῖναι αὑτῆς θελήσει τὴν κάκην. ἀλλὰ τὸ κακὸν πῶς ἔφεσιν ἕξει τοῦ ἀγαθοῦ; ἢ οὐδὲ τὴν ὕλην ἐν ἐφέσει ἐτιθέμεθα, ἀλλὰ ὑπόθεσιν ἐποιεῖτο ὁ λόγος αἴσθησιν δούς, εἴπερ οἷόν τε ἦν δοῦναι ὕλην τηροῦσιν: ἀλλὰ τοῦ εἴδους ἐπελθόντος, ὥσπερ ὀνείρατος ἀγαθοῦ, ἐν καλλίονι τάξει γεγονέναι. εἰ μὲν οὖν τὸ κακὸν ἡ ὕλη, εἴρηται: εἰ δ̓ ἄλλο τι, οἷον κακία, εἰ αἴσθησιν λάβοι τὸ εἶναι αὐτῆς, ἆῤ οὖν ἔτι τὸ οἰκεῖον πρὸς τὸ κρεῖττον τὸ ἀγαθὸν ἔσται; ἢ οὐχ ἡ κακία ἦν ἡ αἱρουμένη, ἀλλὰ τὸ κακούμενον. εἰ δὲ ταὐτὸν τὸ εἶναι καὶ τὸ κακόν, πῶς τοῦτο τὸ ἀγαθὸν αἱρήσεται; ἀλλ̓ ἆρά γε, εἰ αἴσθησιν αὑτοῦ λάβοι τὸ κακόν, ἀγαπήσει αὑτό; καὶ πῶς ἀγαπητὸν τὸ μὴ ἀγαπητὸν ἔσται; οὐ γὰρ δὴ τῷ οἰκείῳ ἐθέμεθα τὸ ἀγαθόν. καὶ ταῦτα μὲν ταύτῃ. ἀλλ̓ εἰ εἶδος τὸ ἀγαθὸν πανταχοῦ καὶ μᾶλλον ἐπαναβαίνουσι μᾶλλον εἶδος — μᾶλλον γὰρ ψυχὴ εἶδος ἢ σώματος εἶδος καὶ ψυχῆς τὸ μὲν μᾶλλον, τὸ δ̓ ἐπὶ μᾶλλον, καὶ νοῦς ψυχῆς — τὸ ἀγαθὸν ἂν προσχωροῖ τῷ τῆς ὕλης ἐναντίῳ καὶ οἷον καθαιρομένῳ καὶ ἀποτιθεμένῳ, κατὰ δύναμιν μὲν ἑκάστῳ, τὸ δὲ μάλιστα πᾶν ὅ τι ὕλης ἀποτιθεμένῳ. καὶ δὴ καὶ ἡ τοῦ ἀγαθοῦ φύσις πᾶσαν ὕλην φυγοῦσα, μᾶλλον δε οὐδαμῇ οὐδαμῶς πλησίον γενομένη, ἀναπεφευγυῖα ἂν εἴη εἰς τὴν ἀνείδεον φύσιν, ἀφ̓ ἧς τὸ πρῶτον εἶδος. ἀλλὰ περὶ τούτου ὕστερον.