Vitae Homeri Sudae vita 1

ed. Thomas W. Allen

Sudae vita. Vitae Homeri. ed. Thomas W. Allen. Oxford. 1912.

Funding provided by Center for Hellenic Studies.

Current edition First1KGreek

Sudae vita (Greek) (Homeri Opera. Allen, Thomas W., editor. Oxford: Clarendon Press, 1912.)

Notes on the current edition

Suidae vita

1.
O2 f. 191 post νύμφης (v. 2) hanc epitomen habet: σμυρναῖος· ἢ χῖοσ: ἢ κϋμαῖοσ ἐκλ δὲ ὅμηροσ διὰ τὸ πολέμου ἐνισταμένου σμυρναίοις πρὸς κολοφωνίους ὅμηρον δοθῆναι· τινὲς δὲ φ μετὰ ῥ'ξ ἔτη τῆς ἰλίου ἁλώσεως τεχθῆναι τὸν ὅμηρον· ποιήματα δὲ αὐτοῦ ἀναμφίλεκτα ἰλιὰς καὶ ὀδύσσεια· ἔγρ δὲ τὴν ἰλιάδα οὐχ ἅμα οὐδὲ κατὰ τὸ συνεχὲς καθάπερ σύγκειται· ἀλλʼ αὐτὸς μὲν ἑκάστην ῥαψῳδίαν γράψας καὶ ἐπιδειξάμενος τῶ περινοστεῖν τὰς πόλεις τροφῆς ἕνεκα ἀπέλιπεν· ὕστερον δὲ συνετέθη ὑπὸ πολλῶν· καὶ μάλιστα ὑπὸ πεισιστράτου τοῦ τῶν ἀθηναίων τυραʼνν ἀναφέρεται δὲ εἰς αὐτὸς καὶ ἄλλα τινὰ ποιήματα ἀμαζονία· ἰλιὰς μικρὰ· νόστοι· ἐπικιχλίδες· μϋοβατραχομαχία· (μϋο fort. add. m. p.) ἀραχνομαχία· καὶ ἕτερα ἐτελεύτ δὲ γηραιὸσ· τυφλὸς ἐκ παίδων γεγονώς· τὸ δʼ ἀληθὲς ὅτι οὐχ ἡττήθη ἐπιθυμίας· ἣ διὰ τῶν ὀφθαλμῶν ἄρχεται διὰ τοῦ ἱστορήθη τυφλὸς· [f. 291 v.] ἐπιγέγρα δὲ ἐν τῶ τάφω αὐτοῦ τόδε τὸ ἐλεγεῖον ὃ ὑπὸ τῶν ἰητῶν ἐποιήθη χρόνω· ἐν τῆ νήσω γὰρ τῆ ἴω τέθαπται· ἔστι δὲ τὸ ἐπίγρ τόδε· ἐνθάδε τὴν ἱερὴν κεφαλὴν κατὰ γαῖα καλύπτει ἀνδρῶν ἡρώων κοσμήτορα θεῖον ὅμηρον. τού ἐντυχόντες ἁλιεῖς πρὸς αὐτὸν εἶπον· ἄγε ὦ ξένοι ἐπακούσατε ἡμέων ἂν ἄρα δύνησθε ἀναγνῶναι ἅσσʼ ἂν ὑμῖν εἴπωμεν· καί τις τῶν παρεόντων ἐκέλευε λέγειν· οἱ δὲ εἶπον· ἡμεῖς ἅσσʼ ἂν εἴλομεν κατελέίπομεν· ἃ δὲ μὴ εἵλομεν φέρομεν. οὐ δυναμένων δὲ τῶν παρόντων γνῶναι τὰ λεχθέντα διηγή οἱ παῖδες. ὅτι ἁλιεύοντες οὐδὲν ἠδύναντο ἑλεῖν· καθήμενοι δὲ ἐν τῆ γῆ ἐφθειρίζοντο· καὶ ὅσους μὲν ἔλαβον τῶν φθειρῶν ἀνεῖλον· ὅσους δὲ μὴ ἐδύναντο εἰς οἶκον ἀπεφέροντο· ὁ δὲ ὅμηροσ ἀκούσας ταυτ’ ἔλεγε τὰ ἔπη τάδε· τοίων γὰρ πατέρων ἐξ αἵματος ἐκγεγάασθε· οὔτε βαθυκλήρων οὔτε ἄσπετα μῆλα νεμόντων· ἐτελεύ γοῦν ὅμηρος μαλακισθείς· οὐ παρὰ τὸ μὴ γνῶναι τὸ π τῶν παίδων λεχθέν· καθάπερ οἴονταί τινες· ἀλλὰ τῆ μαλακία: - [fin.]