τρίς με τυραννήσαντα τοσαυτάκις ἐξεδίωξε
δῆμος Ἐρεχθῆος καὶ τρὶς ἐπηγάγετο,
τὸν μέγαν ἐν βουλαῖς Πεισίστρατον ὃς τὸν Ὅμηρον
ἤθροισα σποράδην τὸ πρὶν ἀειδόμενον·
ἡμέτερος γὰρ κεῖνος ὁ χρύσεος ἦν πολιήτης
εἴπερ Ἀθηναῖοι Σμύρναν ἐπῳκίσαμεν.
ἄνδρες ἀπʼ Ἀρκαδίης ἁλιήτορες ἦ ῥʼ ἔχομέν τι;
οἱ δʼ ἀπεκρίναντο·
ὅσσʼ ἕλομεν λιπόμεσθʼ, ὅσα δʼ οὐχ ἕλομεν φερόμεσθα.
ἐπιγέγραπται δʼ ἐν τῷ μνήματι αὐτοῦ
ἐνθάδε τὴν ἱερὴν κεφαλὴν κατὰ γαῖα καλύπτει
ἀνδρῶν ἡρώων κοσμήτορα, θεῖον Ὅμηρον.
Vita quarta. Vitae Homeri. ed. Thomas W. Allen. Oxford. 1912.
Funding provided by Center for Hellenic Studies.