ἔστιν Ἴος νῆσος μητρὸς πατρίς, ἥ σε θανόντα
δέξεται· ἀλλὰ νέων ἀνδρῶν αἴνιγμα φύλαξαι.
ὄλβιε καὶ δύσδαιμον· ἔφυς γὰρ ἐπʼ ἀμφοτέροισι·
πατρίδα δίζηαι, μητρὸς δέ τοι οὐ πατρός ἐστι
μητρόπολις ἐν νήσῳ ὑπὸ Κρήτης εὐρείης,
Μίνωος γαίης οὔτε σχεδὸν οὔτʼ ἀποτηλοῦ.
ἐν τῇ σὴ μοῖρʼ ἐστὶ τελευτῆσαι βιότοιο
εὖτ’ ἂν ἀπὸ γλώσσης παίδων μὴ γνῷς ἐπακούσας
δυσξύνετον σκολιοῖσι λόγοις εἰρημένον ὕμνον.
δοιὰς γὰρ ζωῆς μοίρας λάχες, ἣν μὲν ἀμαυρὰν
ἠελίων δισσῶν, ἣν δʼ ἀθανάτοις ἰσόμοιρον
ζῶντί τε καὶ φθιμένῳ· φθίμενος δʼ ἔτι πολλὸν ἀγήρως.
ἐνθάδε τὴν ἱερὴν κεφαλὴν κατὰ γαῖα καλύπτει
ἀνδρῶν ἡρώων κοσμήτορα θεῖον Ὅμηρον.
υἱὲ Μέλητος Ὅμηρε σὺ γὰρ κλέος Ἑλλάδι πάσῃ
καὶ Κολοφῶνι πάτρῃ θῆκας ἐς ἀίδιον·
καὶ τάσδʼ ἀντιθέῳ ψυχῇ γεννήσαο κούρας
δισσὰς ἡμιθέων γραψάμενος σελίδας.
ὑμνεῖ δʼ ἡ μὲν νόστον Ὀδυσσῆος πολύπλαγκτον
ἡ δὲ τὸν Ἰλιακὸν Δαρδανιδῶν πόλεμον.
οἱ μέν σευ Κολοφῶνα τιθηνήτειραν Ὅμηρε,
οἱ δὲ καλὰν Σμύρναν, οἱ δʼ ἐνέπουσι Χίον·
οἱ δʼ Ἴον, οἱ δʼ ἐβόασαν ἐύκλαρον Σαλαμῖνα,
οἱ δέ νυ τὰν Λαπιθᾶν ματέρα Θεσσαλίαν·
ἄλλοι δʼ ἄλλο μέλαθρον ἀνίαχον· εἰ δέ με Φοίβου
χρὴ λέξαι πινυτὰν ἀμφαδὰ μαντοσύναν,
πάτρα τοι τελέθει μέγας οὐρανός, ἐκ δὲ γυναικὸς
οὐ θνατᾶς ματρὸς δʼ ἔπλεο Καλλιόπας.
Plutarchi vita. Vitae Homeri. ed. Thomas W. Allen. Oxford. 1912.
Funding provided by Center for Hellenic Studies.