ἅσσ’ ἕλομεν λιπόμεσθα· ἃ δʼ οὐχ ἕλομεν φερόμεσθα.
οὐ δυναμένων δὲ τῶν παρεόντων γνῶναι τὰ ῥηθέντα, διηγήσαντο οἱ παῖδες ὅτι ἁλιεύοντες οὐδὲν ἐδύναντο ἑλεῖν, καθήμενοι δὲ ἐν γῇ ἐφθειρίζοντο, καὶ ὅσους μὲν ἔλαβον τῶν φθειρῶν κατέλιπον· ὅσους δὲ μὴ ἐδύναντο ἐς οἴκους ἀπεφέροντο. ὁ δὲ Ὅμηρος ἀκούσας ταῦτα ἔλεξε τὰ ἔπεα τάδε·
τοίων γὰρ πατέρων ἐξ αἵματος ἐκγεγάασθε,
οὔτε βαθυκλήρων οὔτʼ ἄσπετα μῆλα νεμόντων.
Vitae Herodotea. Vitae Homeri. ed. Thomas W. Allen. Oxford. 1912.
Funding provided by Center for Hellenic Studies.