δῆμον Ἐρεχθῆος μεγαλήτορος, ὅν ποτʼ Ἀθήνη
θρέψε Διὸς θυγάτηρ, τέκε δὲ ζείδωρος ἄρουρα.
τῶν αὖθʼ ἡγεμόνευʼ υἱὸς Πετεῶο Μενεσθεύς.
τῷ δʼ οὔ πώ τις ὁμοῖος ἐπιχθόνιος γένετʼ ἀνὴρ
κοσμῆσαι ἵππους τε καὶ ἀνέρας ἀσπιδιώτας.
Αἴας δʼ ἐκ Σαλαμῖνος ἄγεν δυοκαίδεκα νῆας,
στῆσε δʼ ἄγων ἵνʼ Ἀθηναίων ἵσταντο φάλαγγες.
ἵκετο δʼ ἐς Μαραθῶνα καὶ εὐρυχόρους ἐς Ἀθήνας,
δῦνε δʼ Ἐρεχθῆος πυκινὸν δόμον.
Vitae Herodotea. Vitae Homeri. ed. Thomas W. Allen. Oxford. 1912.
Funding provided by Center for Hellenic Studies.