κλῦθι Ποσειδάων μεγαλοσθενὲς ἐννοσίγαιε,
εὐρυχόρου μεδέων ἠδὲ ξανθοῦ Ἑλικῶνος,
δὸς δʼ οὖρον καλὸν καὶ ἀπήμονα νόστον ἰδέσθαι
ναύταις, οἳ νηὸς πομποὶ ἠδʼ ἀρχοὶ ἔασι.
δὸς δʼ ἐς ὑπώρειαν ὑψικρήμνοιο Μίμαντος
αἰδοίων μʼ ἐλθόντα βροτῶν ὁσίων τε κυρῆσαι,
φῶτά τε τισαίμην ὃς ἐμὸν νόον ἠπεροπεύσας
ὠδύσατο Ζῆνα ξένιον ξενίην τε τραπέζην.
Vitae Herodotea. Vitae Homeri. ed. Thomas W. Allen. Oxford. 1912.
Funding provided by Center for Hellenic Studies.