Notes on the current edition
Phaenomena
1.
Recensio b. ιδ΄. Τοῦ τῶν ζῳδίων κύκλου αἱ ἴσαι περιφέρειαι οὐκ ἐν ἴσοις χρόνοις ἐξαλλάσσουσι τὸ φανερὸν ἡμισφαίριον, ἀλλʼ ἐν πλείονι ἡ ἔγγιον τῆς συναφῆς τοῦ θερινοῦ τροπικοῦ τῆς ἀπώτερον,
ὅταν ὁ πόλος τοῦ ὁρίζοντος μεταξὺ τοῦ τε ἀρκτικοῦ καὶ τοῦ θερινοῦ τροπικοῦ.
2.
ἔστω ὁρίζων κύκλος ὁ ΑΒΓ∠, μέγιστος δὲ τῶν ἀεὶ φανερῶν ἔστω ὁ ΕΖ, θερινὸς δὲ τροπικὸς ὁ ΒΑ, καὶ ἔστω ὁ τοῦ ΑΒΓ∠ πόλος μεταξὺ τῶν ΕΖ, ΒΑ, ὁ δὲ τῶν ζῳδίων κύκλος ποτὲ μὲν θέσιν ἐχέτω ὡς τὴν ΘΗΚ, ποτὲ δὲ ὡς τὴν ΛΜΝ,
καὶ ἀπειλήφθω ἡ ΗΚ μὴ μείζων ἡμικυκλίου, καὶ γεγράφθφ διὰ τοῦ Κ σημείου μέγιστος κύκλος ὁ ΚΝΖ ἐφαπτόμενος τοῦ ΕΖ.
3.
ἐπεὶ ἐν σφαίρᾳ μέγιστος κύκλος ὁ ΑΒΓ∠ κύκλου τινὸς ΕΖ ἐφάπτεται, ἕτερον δὲ τούτῳ παράλληλον τέμνει τὸν ΒΑ, καί
ἐστιν ὁ τοῦ ΑBΓ∠ πόλος μεταξὺ τῶν ΑΒ, ΕΖ, καὶ γεγραμμένοι εἰσὶ μέγιστοι κύκλοι οἱ ΘΗΚ, ΛΜΝ ἐφαπτόμενοι τοῦ ΒΑ, μείζων ἐστὶν ἡ ΟΜΞ περιφέρεια τῆς Ο∠ περιφεριίας. πάλιν, ἐπεὶ ἐν σφαίρᾳ μέγιστος κύκλος ὁ ΑΒΓ∠ κύκλου τινὸς τοῦ ΕΖ ἰφάπτεται, ἕτερον δὲ τούτῳ παράλληλον τὸν ΒΑ
τέμνει, καί ἐστιν ὁ τοῦ ΑΒΓ∠ κύκλου πόλος μεταξὺ τῶν ΒΑ, ΕΖ, καὶ γέγραπται μέγιστος κύκλος ὁ ΖΝΚ ἐφαπτόμενος τοῦ ΕΖ, καὶ ὁ τοῦ ΖΝΚ ἄρα κύκλου πόλος μεταξὺ τῶν ΕΖ, ΒΑ ἐστιν· ὁ ἄρα ἕτερος πόλος αὐτοῦ μεταξὺ τῶν ἴσων τε καὶ παραλλήλων τοῖς ΕΖ, ΒΑ ἐστιν. μείζων ἄρα ἐστὶν ἡ ΚΟ
τῆς ΟΜΝ, ὧν ἡ ΞΜΟ τῆς Ο∠ μείζων ἐστίν· λοιπὴ ἄρα ἡ
4.
a. 2. ἀφανῶν] φανερῶν a. 5. ΚΟ] Ο e corr. V. 8. ὁ EΗ Θ κύκλος] deleo.
5.
∠Κ τῆς ΞΝ μείζων ἐστίν. κείσθω τῇ ΝΞ ἴση ἡ ∠Π, καὶ ἔστωσαν καθʼ ὧν φέρεται τὰ Ν, Π σημεῖα παράλληλοι κύκλοι οἱ ΝP, ΓΠΣ. ἐπεὶ ἀσύμπτωτόν ἔστι τὸ ἀπὸ τοῦ Ε ἡμικύκλιον ὡς ἐπὶ τὰ Ε, Ρ μέρη τῷ ἀπὸ τοῦ Ζ ἡμικυκλίῳ ὡς ἐπὶ τὰ Ζ,
Ν μέρη, ὁμοία ἐστὶν ἡ ΝΡ περιφέρεια τῇ ΓΣ περιφερείᾳ· ἡ ΝΡ ἄρα τῆς ΓΠ μείζων ἐστὶν ἢ ὁμοία· ἐν πλείονι ἄρα χρόνῳ τὸ Ν ἀρξάμενον ἀπὸ τοῦ Ν τὴν ΝΡ περιφέρειαν διελθὸν ἐπὶ τὸ Ρ παραγίνεται ἤπερ τὸ Π ἀρξάμενον ἀπὸ τοῦ Π τὴν ΠΓ περιφέρειαν διελθὸν ἐπὶ τὸ Γ παραγίνεται. ἀλλʼ
ἐν ᾧ μὲν χρόνῳ τὸ Ν τὴν ΝΡ περιφέρειαν διελθὸν ἐπὶ τὸ Ρ παραγίγνεται, ἡ ΝΞ ἐξαλλάττει τὸ φανερὸν ἡμισφαίριον· ἐν ᾧ δὲ χρόνῳ τὸ Π ἀρξάμενον ἀπὸ τοῦ Π τὴν ΠΓ διιλΘὸν ἐπὶ τὸ Γ παραγίγνεται, ἡ Π∠ ἐξαλλάττει τὸ φανερὸν ἡμισφαίριον· ἔν πλείονι ἄρα χρόνῳ ἡ ΞΝ ἐξαλλάττει τὸ φανερὸν
ἡμισφαίριον ἤπερ ἡ ∠. λέγω, ὅτι καὶ ἔγγιόν ἐστιν ἡ ΞΝ τῆς συναφῆς τοῦ θερινοῦ τροπικοῦ ἤπερ ἡ Π∠. γεγράφθω διὰ τοῦ Ξ παράλληλος κύκλος ὁ ΞΥ ἴση ἄρα ἐστὶν ἡ ΞΜ περιφέρεια τῇ ΗΨ μείζων ἄρα ἐστὶν ἡ Η∠ τῆς ΜΞ. ἡ ΞΝ ἄρα ἔγγιόν ἐστι τῆς συναφῆς τοῦ θερινοῦ τροπικοῦ ἤπερ ἡ Π∠.
6.
a. 1. τόν] τήν a. ἄρα] comp. l, ἔτι L; item p.92 liν.5 Post ΥΦ 1 litt. (Ο?) evanuit in V. 2. τῆς] τη a. ΥΠΤ] Π corr. ex V. 3 Post ΒΚ hab. ὁ ἄρα ἕτερος αὐτοῦ πόλος ex-
7.
ὡσαύτως δὲ καὶ ἐν τῷ ἑτέρῳ ἡμικυκλίῳ αἱ ἴσαι περιφέρειαε ἐν ἀνίσοις χρόνοις ἐξαλλάσσουσι τὸ φανερὸν ἡμισφαίριον, καὶ ἐν πλείονι μὲν ἡ ἔγγιον τῆς συναφῆς τοῦ θερινοῦ τροπικοῦ τῆς ἀπώτερον, ἐν ἴσῳ δὲ αἱ ἴσον ἀπέχουσαι τοῦ θερινοῦ τροπικοῦ
ἐν ἑκατέρῳ τῶν ἡμικυκλίων.
8.
ἔστω ὁρίζων κύκλος ὁ ΑΒΓ∠, μέγιστος δὲ τῶν ἀεὶ φανερῶν ὁ ΕΖ, θερινὸς δὲ τροπικὸς ὁ ΒΗΑ, ζῳδιακὸς δὲ κύκλος θέσιν ἐχέτω τὸν ΓΗ∠· λέγω, ὅτι καὶ ἐν τῷ ἑτέρῳ ἡμικυκλίῳ τῷ ἐπὶ τὰ Η, Γ μέρη αἱ ἴσαι περιφέρειαι οὐκ ἐν ἴσοις χρόνοις
ἐξαλλάσσουσι τὸ φανερὸν ἡμισφαίριον, ἀλλʼ ἐν πλείονι ἡ ἔγγιον τῆς συναφῆς τοῦ θερινοῦ τροπικοῦ τῆς ἀπώτερον, ἐν ἴσῳ δὲ αἱ ἴσον ἀπέχουσαι τοῦ θερινοῦ τροπικοῦ ἐν ἑκατέρῳ τῶν ἡμικυκλίων.
9.
γεγράφθω παράλληλος κύκλος ὁ ∠Θ· ἴση ἄρα ἐστὶν ἡ ΚΗ
τῇ Η∠. καὶ μετακεκινήσθω ὁ τῶν ζῳδίων κύκλος καὶ θέσιν
10.
a. 2. ΡΩ?? PΩΤ a. 5. ἐν — 6. ἡμισφαίριον] et in textu et m. 2 mg. addito κείμενον l (ἔτι pro ἄρα). 7. ιϛ΄ VI, ιζʹ v΄. 9. ἔγγειον V. 10. ἀπότερον V.
11.
b. 1. ιε΄ Vat. Post ἑτέρῳ del. μέρει τοῦ Vat. ἡμικυκλίῳ] -ου Vat., sed ου mut. in ῳ m. 1. 3. ἡ] Ambr. 101, αἱ Vat.; item lin. 10. 7. Ante ζῳδιακός add. ὁ m. 2 Vat. 14 Post γεγράφθω add. διὰ τοῦ ∠ m. 2 Vat.
12.
ἐχέτω ὡς τὴν ΘΛΡ. ἐπεὶ αἱ ΚΗ, Η∠ ἴσον ἀπέχουσι τῆς συναφῆς τοῦ θερινοῦ τροπικοῦ, ἐν ᾧ ἄρα χρόνῳ ἡ ∠Η ἀνατέλλει, ἐν τούτῳ ἡ ΚΗ δύνει, τουτέστιν ἡ ΛΘ. ἀλλʼ ὁ μὲν χρόνος, ἐν ᾧ ἡ ∠Η ἀνατέλλει, ὁ χρόνος ἐστίν, ἐν ᾧ τὸ Η ἀρξάμενον
ἀπὸ τοῦ Α τὴν ΑΗ περιφέρειαν διελθὸν ἐπὶ τὸ Η παραγίγνεται, ὁ δὲ χρόνος, ἔν ᾧ ἡ ΛΘ δύνει, ὁ χρόνος ἐστίν, ἐν ᾧ τὸ Λ ἀρξάμενον ἀπὸ τοῦ Λ τὴν ΛΒ περιφέρειαν διελθὸν ἐπὶ τὸ Β παραγίγνεται· ἔν ᾧ ἄρα χρόνῳ τὸ Η τὴν ΑΗ διελθὸν ἐπὶ τὸ Η παραγίγνεται, ἐν τούτῳ καὶ τὸ Λ τὴν ΚΒ περιφέρειαν
διελθὸν ἐπὶ τὸ Β παραγίγνεται. κοινὸς προσκείσθω ὁ χρόνος, ἐν ᾧ τὸ ∠ ἀρξάμενον ἀπὸ τοῦ ∠ τὴν ∠ΡΚΘ περιφέρειαν διελθὸν ἐπὶ τὸ Θ παραγίγνεται· ὁ ἄρα χρόνος, ἐν τὸ ἀρξάμενον ἀπὸ τοῦ Α τὴν Α περιφίρειαν διελθὸν ἐπὶ τὸ Η παραγίγνεται, μετὰ τοῦ χρόνου, ἐν ᾧ τὸ ∠ ἀρξάμενον
ἀπὸ τοῦ ∠ τὴν ∠Θ περιφέρειαν διελθὸν ἐπὶ τὸ Θ παραγίγνεται, ἴσος ἐστὶ τῷ χρόνῳ, ἐν ᾧ τὸ Λ ἀρξάμενον ἀπὸ τοῦ Λ τὴν ΛΒ περιφέρειαν διελθὸν ἐπὶ τὸ Β παραγίγνεται μετὰ τοῦ χρόνου, ἐν τὸ Θ ἀρξάμενον ἀπὸ τοῦ ∠ τὴν Ἀ∠ΚΘ περιφέρειαν διελθὸν ἐπὶ τὸ παραγίγνεται. ἀλλʼ ὁ μὲν χρόνος,
ἐν τὸ Η ἀρξάμενον ἀπὸ τοῦ Α τὴν ΑΗ περιφέρειαν διελθὸν ἐπὶ τὸ Η παραγίγνεται, μετὰ τοῦ χρόνου, ἐν ᾧ τὸ ∠ ἀρξάμενον ἀπὸ τοῦ ∠ τὴν ∠Θ περιφέρειαν διελθὸν ἐπὶ τὸ Θ παραγίγνεται, ὁ χρόνος ἐστίν, ἐν ᾧ ἡ Η∠ περιφέρεια ἐξαλλάσσει τὸ φανερὸν ἡμισφαίριον, ὁ δὲ χρόνος, ἐν ᾧ τὸ Λ ἀρξάμενον
ἀπὸ τοῦ Λ τὴν ΛΒ περιφέρειαν διελθὸν ἐπὶ τὸ Β παρα-
13.
b. 1. Ante ἐπεί add. καί m. 2 Vat.
14.
Figuram bis hab. V.
15.
γίγνεται μετὰ τοῦ χρόνου, ἔν ᾧ τὸ Θ ἀρξάμενον ἀπὸ τοῦ ∠ τὴν ∠ΡΘ περιφέρειαν διελθὸν ἐπὶ τὸ Θ παραγίγνεται, ὁ χρόνος ἐστίν, ἐν ᾧ ἡ ΛΘ ἐξαλλάσσει τὸ φανερὸν ἡμισφαίριον, τουτέστιν ἡ ΚΗ· ἐν ᾧ ἄρα χρόνῳ ἡ ΚΗ περιφέρεια ἐξαλλάσσει
τὸ φανερὸν ἡμισφαίριον, ἔν τούτῳ καὶ ἡ Η∠.
16.
εἰλήφθω δή τι σημεῖον τὸ Μ, ὥστε ἴσην εἶναι τὴν Η∠ τῇ ∠Μ, καὶ ἔστω καθʼ οὗ φέρεται τὸ M σημεῖον παράλληλος κύκλος ὁ ΜΞΝΟ ἴση ἄρα ἐστὶν ἡ ∠Μ τῇ ΚΠ, καὶ ἴσον ἀπέχουσιν αἱ ∠Μ, ΚΠ τῆς συναφῆς τοῦ θερινοῦ τροπικοῦ·
ἐν ᾧ ἄρα χρόνῳ ἡ ∠ ∠M περιφέρεια ἀνατέλλει, ἔν τούτῳ ἡ ΠΚ δύνει, τουτέστιν ἡ ΘΟ. ἀλλʼ ὁ μὲν χρόνος, ἐν ᾧ μὲν ἡ ∠Μ ἀνατέλλει, ὁ χρόνος ἐστίν, ἐν ᾧ τὸ Μ ἀρξάμενον ἀπὸ τοῦ Μ τὴν M περιφέρειαν διελθὸν ἐπὶ τὸ Ξ παραγίγνεται· ὁ δὲ χρόνος, ἐν ᾧ ἡ ΘΟ δύνει, ὁ χρόνος ἐστίν, ἐν ᾧ τὸ Ο ἀρξάμενον
ἀπὸ τοῦ Ν τὴν ΝΟ περιφέρειαν διελθὸν ἐπὶ τὸ Ο παραγίγνεται· ὁ ἄρα χρόνος, ἐν ᾧ τὸ M ἀρξάμενον ἀπὸ τοῦ Μ τὴν ΜΞ περιφέρειαν διελθὸν ἐπὶ τὸ Ξ παραγίγνεται, ὁ, αὐτός ἔστι τῷ χρόνῳ, ἐν ᾧ τὸ Ο ἀρξάμενον ἀπὸ τοῦ Ν τὴν ΝΟ περιφέρειαν διελθὸν ἐπὶ τὸ Ο παραγίνεται. κοινὸς προσκείσθω
ὁ χρόνος, ἐν τὸ Ξ ἀρξάμενον ἀπὸ τοῦ Ξ τὴν ΞΝ
17.
a. 2. οἱ] evan. in V. ἄρα] comp. l, ἔτι L. 6. ΞΘΟ] ΞΟΘ a
18.
περιφέρειαν διελθὸν ἐπὶ τὸ Ν παραγίνεται· ὁ ἄρα χρόνος, ἔν ᾧ τὸ M ἀρξάμενον ἀπὸ τοῦ Μ, τὴν ΜΝ περιφέρειαν διελθὸν ἐπὶ τὸ Ν παραγίνεται, ἴσος ἐστὶ τῷ χρόνῳ, ἐν ᾧ τὸ Ο ἀρξάμενον ἀπὸ τοῦ Ξ τὴν ΞΟ περιφέρειαν διελθὸν ἐπὶ τὸ
Ο παραγίνεται. ἀλλʼ ὁ μὲν χρόνος, ἔν ᾧ τὸ Μ ἀρξάμενον ἀπὸ τοῦ M τὴν ΜΝ περιφέρειαν διελθὸν ἐπὶ τὸ παραγίγνεται, ὁ χρόνος ἐστίν, ἐν ᾧ ἡ ∠Μ περιφέρεια ἐξαλλάττει τὸ φανερὸν ἡμισφαίριον· ὁ δὲ χρόνος, ἐν ᾧ τὸ Ο ἀρξάμενον ἀπὸ τοῦ Ξ τὴν ΞΟ περιφέρειαν διελθὸν ἐπὶ τὸ Ο παραγίγνεται, ὁ χρόνος
ἐστίν, ἔν ᾧ ἡ ΟΘ, τουτέστιν ἡ ΚΠ ἐξαλλάσσει τὸ φανερὸν ἡμισφαίριον· ἔν ᾧ ἄρα χρόνῳ ἡ ∠Μ ἐξαλλάσσει τὸ φανερὸν ἡμισφαίριον, ἔν τούτῳ καὶ ἡ ΚΠ. καὶ ἐπεὶ ἐν πλείονι χρόνῳ ἡ Η∠ ἐξαλλάσσει τὸ φανερὸν ἡμισφαίριον ἤπερ ἡ ∠Μ, ἀλλʼ ἐν ᾧ μὲν χρόνῳ ἡ Η∠ ἐξαλλάσσει τὸ φανερὸν ἡμισφαίριον,
ἔν τούτῳ καὶ ἡ ΗΚ, ἐν ᾧ δὲ ἡ ∠Μ, ἐν τούτῳ καὶ ἡ ΚΠ, ἐν πλείονι ἄρα χρόνῳ ἡ ΗΚ ἐξαλλάσσει τὸ φανερὸν ἡμισφαίριον ἤπερ ἡ Κ Π.
19.
a. 1. Ξ Θ Ο περιφέρειαν] addidi, lac. 11 litt. a. 3. H] Manitius, Θ a. 6 φανερόν] φερόν l, αν add. m. 2. αἱ —