ν΄.
εἰς τοὐναντίον φέρεσθαι, τὰ δὲ θᾶττον εἰς τὰ προηγούμενα.
θᾶττον τοῦ Γ, ἀπὸ δὲ τοῦ Κ ὄμματος προσπιπτέτωσαν ἀκτῖνες αἱ ΚΒ, ΚΓ, Κ∠. οὐκοῦν τοῦ ὄμματος συμπαραφερομένου τοῖς Β, Γ, ∠ τὸ μὲν Γ κατὰ τὴν ΓΚ ἀεὶ φερόμενον ἑστάναι δόξει, τὸ δὲ Β ὑπολειπόμενον
εἰς τοὐναντίον δόξει φέρεσθαι, τὸ δὲ ∠, ἐπεὶ θᾶττον τοῦ Γ φέρεται, δόξει εἰς τοὔμπροσθεν· πλεῖον γὰρ ἀπὸ τοῦ Γ ἀποστήσεται.
Opticorum recensio Theonis. Euclid. ed. Johan Ludvig Heiberg, ed. Heinrich Menge. United States. 2018.
Sponsored by Harvard College Library.
Funding provided by Harvard Library Arcadia Fund.