ιε΄.
τὸ Κ ἄνω τῶν ΒΓ. ΘΖ, καὶ προσπιπτέτω ἀκτὶς διὰ τοῦ Θ ἡ Κ∠. οὐκοῦν τὸ ΒΓ τοῦ Θ μεῖζον φαίνεται τῷ Β∠· ἴσον γὰρ ἐφαίνετο τὸ ΘΖ τῷ ∠Γ, ἐπειδὴ ὑπὸ τοῦ αὐτοῦ ὄμματος καὶ τῆς Κ∠ ἀκτῖνος ἑωρᾶτο. πάλιν δὴ μετακείσθω τὸ ὄμμα ἐπὶ τὸ Λ, καὶ διὰ τοῦ Θ
προσπιπτέτω ἀκτὶς ἡ ΛΝ. οὐκοῦν πάλιν τὸ ΒΓ τοῦ Θ μεῖζον φαίνεται τῷ ΒΝ. ἐλάττονι ἄρα φαίνεται ὑπερέχον τὸ ΒΓ τοῦ ΘΖ ἀπιόντος τοῦ ὄμματος ἤπερ προσιόντος.
Opticorum recensio Theonis. Euclid. ed. Johan Ludvig Heiberg, ed. Heinrich Menge. United States. 2018.
Sponsored by Harvard College Library.
Funding provided by Harvard Library Arcadia Fund.