ζ΄.
ἔστω μείζων ἡ ΕΑ τῆς Ε∠. λέγω, ὅτι ἡ Γ∠ τῆς ΑΒ μείζων φανήσεται. προσπιπτέτωσαν ἀκτῖνες αἱ ΕΒ, ΕΓ, καὶ περιγεγράφθω περὶ
τὸ ΑΕ∠ τρίγωνον κύκλος ὁ ΑΕ ∠. καὶ προσεκβεβλήσθωσαν ταῖς ΕΒ, ΕΓ εὐθείαις εὐθεῖαι αἱ ΒΖ, ΓΗ, καὶ ἀνεστάτωσαν ἀπὸ τῶν Β, Γ σημείων πρὸς ὀρθὰς γωνίας ἴσαι εὐθεῖαι αἱ ΒΘ, ΓΚ. ἔστι δὲ ἴση
ἡ ΑΒ τῇ ΓΔ, ἀλλὰ καὶ γωνία ἡ ὑπὸ ΑΒΘ τῇ ὑπὸ ∠ΓΚ ἐστιν ἴση. καὶ περιφέρεια ἄρα ἡ ΑΘ περιφερείᾳ τῇ ∠Κ ἐστιν ἴση. ἡ Κ ∠ ἄρα περιφέρεια τῆς ΖΑ περιφερείας μείζων ἐστίν. πολλῷ ἄρα ἡ Η ∠ περιφέρεια τῆς ΖΑ μείζων· ἐστίν. ἀλλʼ ἐπὶ μὲν τῆς ΖΑ
περιφερείας ἡ ὑπὸ ΑΕΖ γωνία βέβηκεν, ἐπὶ δὲ τῆς Η∠ περιφερείας ἡ ὑπὸ ΗΕ∠. ἡ ἄρα ὑπὸ ΗΕ∠ γωνία τῆς ὑπὸ ΑΕΖ μείζων ἐστίν. ἀλλʼ ὑπὸ μὲν τῆς ὑπὸ ΑΕΖ ἡ ΑΒ βλέπεται, ὑπὸ δὲ τῆς ὑπὸ ΗΕ∠ ἡ Γ∠. μείζων ἄρα ἡ Γ∠ τῆς ΑΒ φαίνεται.
Optica. Euclid. ed. Johan Ludvig Heiberg, ed. Heinrich Menge. United States. 2018.
Sponsored by Harvard College Library.
Funding provided by Harvard Library Arcadia Fund.