δ΄.
Γ∠, καὶ ἀνήχθω πρὸς ὀρθὰς ἡ ΑΕ, ἐφʼ ἧς κείσθω ὄμμα τὸ Ε. λέγω, ὅτι μεῖζον φανήσεται τὸ μὲν ΑΒ τοῦ ΒΓ, τὸ δὲ ΒΓ τοῦ Γ∠. προσπιπτέτωσαν γὰρ ἀκτῖνες αἱ ΕΒ, ΕΓ, Ε∠, καὶ
ἤχθω διὰ τοῦ Β σημείου τῇ ΓΕ εὐθείᾳ παράλληλος ἡ ΒΖ. ἴση ἄρα ἐστὶν ἡ ΑΖ τῇ ΖΕ. ἐπεὶ γὰρ τριγώνου τοῦ ΑΕΓ παρὰ μίαν τῶν πλευρῶν τὴν ΓΕ ἦκται εὐθεῖα ἡ
ΒΖ, ἔστιν ἄρα καί, ὡς ἡ ΓΒ πρὸς ΒΑ, ἡ ΕΖ πρὸς ΖΑ. ἴση ἄρα ἐστὶν ἡ ΑΖ, ὡς εἴρηται, τῇ ΖΕ. μείζων δὲ πλευρὰ ἡ ΒΖ τῆς ΖΑ· μείζων ἄρα καὶ τῆς ΖΕ. μείζων ἄρα καὶ γωνία ἡ ὑπὸ ΖΕΒ γωνίας τῆς ὑπὸ ΖΒΕ. καὶ ἡ ὑπὸ ΖΒΕ τῇ ὑπὸ ΒΕΓ ἴση· καὶ ἡ ὑπὸ ΖΕΒ ἄρα 1 τῆς ὑπὸ ΓΕΒ γωνίας μείζων ἐστίν. μείζων ἄρα ὀφθήσεται ἡ ΑΒ τῆς ΒΓ. πάλιν ὁμοίως κἂν διὰ τοῦ Γ σημείου τῇ ∠Ε παράλληλος ἀχθῇ, μείζων ὀφθήσεται ἡ ΒΓ τῆς Γ∠.
Optica. Euclid. ed. Johan Ludvig Heiberg, ed. Heinrich Menge. United States. 2018.
Sponsored by Harvard College Library.
Funding provided by Harvard Library Arcadia Fund.