κ΄.
καὶ τῷ βάθει κατὰ τὸ ∠. καὶ προσεκβεβλήσθω ἀπὸ τοῦ Β ἐπʼ εὐθείας ἡ ΒΖ, καὶ ἤχθω ἀπὸ τοῦ Ε ἐπὶ τὴν ΒΖ εὐθεῖαν κάθετος
ἡ ΕΖ. ἐπεὶ οὖν ἴση γωνία ἡ ὑπὸ ΕΖΒ τῇ ὑπὸ ΒΑ∠, ἀλλὰ καὶ ἡ ὑπὸ ΑΒ∠ τῇ ὑπὸ ΕΒΖ, καὶ ἡ τρίτη ἄρα ἡ ὑπὸ ΒΕΖ τῇ ὑπὸ Α∠Β ἐστιν ἴση. ἰσογώνιον ἄρα ἐστὶ τὸ Α∠Β τρίγωνον τῷ ΒΕΖ τριγώνῳ. καὶ αἰ 1 πλευραὶ ἄρα ἀνάλογον ἔσονται. ἔστιν ἄρα, ὡς ἡ ΕΖ πρὸς τὴν ΖΒ, ἡ ∠Α πρὸς τὴν ΑΒ. ἀλλʼ ὁ τῆς ΕΖ πρὸς τὴν ΖΒ λόγος ἐστὶ γνώριμος· καὶ ὁ τῆς ∠Α ἄρα πρὸς τὴν ΑΒ λόγος ἐστὶ γνώριμος. καί ἐστι καὶ
τὸ ΑΒ γνώριμον. καὶ τὸ Α∠ ἄρα γνώριμόν ἐστιν.
Optica. Euclid. ed. Johan Ludvig Heiberg, ed. Heinrich Menge. United States. 2018.
Sponsored by Harvard College Library.
Funding provided by Harvard Library Arcadia Fund.