19. Ad prop. XCΙ. Ἄλλως.
ζεύχθω ἡ ΔΕ καὶ διήχθω ἐπὶ τὸ Α. καὶ ἐπεὶ δοθέν ἐστιν ἑκάτερον τῶν Ε, Δ, δοθεῖσα ἄρα ἐστὶν ἡ ΕΔ· θέσει δὲ καὶ ὁ ΑΒΖ κύκλος· δοθὲν ἄρα ἐστὶν ἑκάτε- ρον τῶν Α, Ζ. ἔστι δὲ καὶ τὸ Δ δοθέν· δοθεῖσα ἄρα ἐστὶν ἑκατέρα τῶν ΑΔ, ΔΖ· δοθὲν ἄρα ἐστὶ τὸ ὑπὸ
τῶν ΑΔΖ· καί ἐστιν ἴσον τῷ ὑπὸ τῶν ΒΔ, ΔΓ· δοθὲν ἄρα ἐστὶ καὶ τὸ ὑπὸ τῶν ΒΔ, ΔΓ.
Data (demonstrationes alterae). Euclid. ed. Johan Ludvig Heiberg, ed. Heinrich Menge. United States. 2016.
Sponsored by Harvard College Library.