III
τῇ τύχῃ δὲ δοῦλος, μέλας ὑπάρχων καὶ κακοειδὴς εἰς ὑπερβολὴν σφόδρα. τὰ δὲ περὶ αὐτοῦ σαφῶς εἰς τὸ τέλος εὑρήσεις τοῦ βιβλίου. οὗτος ὑπὸ ἀγα- θοποιίας εὐπορήσας, ἐχαρίσατο αὐτῷ ἡ τύχη λόγον σοφίας, καὶ γέγονε τῷ νοῒ ἐπιτήδειος. ποικίλους γὰρ
μύθους πρὸς συνοπτικὴν παιδείαν καὶ νουθεσίαν ὠφελίμους καὶ νουθετικοὺς συνταξάμενος, εἰσενή- νοχεν εἰς τὸν βίον, προπλέξας ἀλόγων ζώων κοινω- νίαν ἀνθρώποις, ἤθη ἀθέμιτα καὶ ἔργα καὶ τρόπους ποικίλους προσεικάσας, ἐν τοῖς μύθοις ἐδήλωσεν,
1 2 3 ὅθεν τοῖς πολιτευομένοις εἰς τὰς περὶ τοὺς ἀγῶνας φιλοτιμίας εὐπορία λόγων αὔξεται· τῶν γὰρ λεόν- των καὶ τῶν ἐλάφων καὶ τῶν ἄλλων θηρίων τῆς θαυμασιότητος πρὸ ὀφθαλμῶν τιθεμένης, φυχαγω-
γεῖν οἶδε τοὺς ἀκούοντας. εὑρίσκομεν δὲ παραπλη- σίως αὐτοῦ τὰς διηγήσεις ἐν ταῖς τῶν ποιημάτων γνωμολογίαις περιπεφρασμένας καὶ προσομοιοῦν ταύ- τας· ἔτι καὶ θέας τὰ ἐν ἑκάστῳ μύθῳ λεγόμενα, ἅπερ εἰσὶ ταῦτα.
Βιβλίον μυθικὸν τοῦ Αἰσώπου. Vitae Aesopi. ed. Alfred Eberhard. United States. 2016.
Funding provided by Harvard Library Arcadia Fund.