καί φησι „τὴν ταχίστην με πώλησον, ἐπεὶ δραπε- τεύσω“. καὶ ὁ Ξάνθος· „ἀνθʼ ὅτου“; „ὅτι“ φησίν „οὐκ ἂν δυναίμην τοιούτῳ ὑπηρετεῖσθαι δεσπότῃ. 3 εἰ γὰρ σὺ δεσπότης ὢν καὶ μηδένα φοβούμενος, ὅμως ἄνεσιν οὐ παρέσχες τῇ φύσει, ἀλλὰ βαδίζων οὐρεῖς,
εἰ τύχοι τὸν δοῦλον ἐμὲ πρός τινα σταλῆναι διακο- νίαν κἀν τῷ μεταξὺ τῆς πορείας τοιόνδε τι ἀπαι- τῆσαι τὴν φύσιν, ἀνάγκη πᾶσα πετόμενόν με ἀπο- πατεῖν“. καὶ ὁ Ξάνθος· „τοῦτό σε θορυβεῖ; τρία κακὰ βουλόμενος διαδρᾶναι βαδίζων οὐρῶ.“ καὶ ὅς·
,,ποῖα“; κἀκεῖνος· „ἑστῶτί μοι τὴν μὲν κεφαλὴν κατέ- καυσεν ἂν ὁ ἥλιος, τοὺς δὲ πόδας τὸ τῆς γῆς ἔδαφος ὂν ἐκπεπυρωμένον, ἡ δὲ τοῦ οὔρου δριμύτης τἣν ὄσφρησιν ἂν ἐλυμήνατο“. καὶ ὁ Αἴσωπος· „βάδιζε, πέπεικάς με“.
Vita Aesopi Pl vel Accursiana (sub auctore Maximo Planude) (recensio 1). Vitae Aesopi. ed. Alfred Eberhard. United States. 2016.
Funding provided by Harvard Library Arcadia Fund.