πυλῶνος καὶ σκέψαι. κἂν ἴδῃς δύο κορώνας, ἀνάγ- γειλόν μοι· ἀγαθὸς γὰρ οἰωνὸς οὗτος· ἐπεὶ εἰ μίαν ἴδοις, τοῦτο πονηρόν.“ προελθὼν οὖν ὁ Αἴσωπος καὶ συμβὰν οὕτω δύο κορώνας ἐπί τινος ἰδὼν δέν- δρου καθεζομένας, εἰσελθὼν τῷ Ξάνθῳ ἀνήγγειλεν.
ἐξιόντι δὲ τῷ Ξάνθῳ ἡ ἑτέρα τούτων ἀπέπτη. καὶ ὁ Ξάνθος θατέραν μόνην ἰδὼν ἔφη· „οὐκ εἶπάς μοι, κατάρατε, δύο ἑωρακέναι“; καὶ ὅς· „οὕτως· ἀλλ᾿ ἡ ἑτέρα ἀπέπτη“. καὶ ὁ Ξάνθος· ,,ἐπέλιπέ σοι, δραπέτα, τὸ χλευάζειν με“; καὶ κελεύει αὐτὸν γυ-
μνωθέντα τύπτεσθαι. τοῦ δʼ Αἰσώπου μαστιζομέ- νου, προσελθών τις ἐκάλει ἐπὶ δεῖπνον τὸν Ξάνθον. καὶ ὁ Αἴσωπος [ἔτι] τυπτόμενος ἀνεβόησεν· „οἴμοι τῷ δυστήνῳ· ἐγὼ μὲν γὰρ ὁ τὸ δικόρωνον ἰδὼν 5 6 7 8 9 τύπτομαι, σὺ δʼ ὁ μίαν ἰδών μόνην εἰς εὐωχίαν ἄπει. ἕωλος ἄρʼ ἦν ἡ οἰωνοσκοπία.“ καὶ ὁ Ξάνθος τὸ ἀγχί- νουναὐτοῦ θαυμιάσας, παύσασθαι κελεύει τυπτόμενον.
Vita Aesopi Pl vel Accursiana (sub auctore Maximo Planude) (recensio 1). Vitae Aesopi. ed. Alfred Eberhard. United States. 2016.
Funding provided by Harvard Library Arcadia Fund.