πολύς πάρεστιν ὄχλος, βούλεσθαι γὰρ αὐτὸν λου- θῆναι. ἀπιόντι δὲ ὁ στρατηγὸς συναντήσας καὶ τοῦ Ξάνθου γνούς αὐτὸν ὄντα, ἤρετο ποῖ πορεύοιτο. τοῦ δὲ „οὐκ οἶδα“ φαμένου, νομίσας ὁ στρατηγὸς τὴν ἐρώτησιν αὐτοῦ παρ᾿ οὐδὲν λογισθῆναι, εἰς εἰρκτὴν 1 2 3 αὐτὸν ἀπαχθῆναι κελεύει. ἀπαγόμενος τοίνυν ὁ Αἴσωπος ἔκραξεν· „ὁρᾷς, ὦ στρατηγέ, ὅπως ὀρθῶς ἀπεκρίθην ; ἃ γὰρ μὴ προσεδόκησα, καὶ συνήντησά σοι, καὶ εἰς εἰρκτὴν ἤδη ἀπάγομαι.“ καὶ ὁ στρατη- γὸς ἐκπλαγεὶς ἐπὶ τῷ τῆς ἀπολογίας ἑτοίμῳ, ἀφῆ-
κεν ἀπιέναι· Αἴσωπος δὲ παραγενόμενος εἰς τὸ βαλανεῖον καὶ πλῆθος ἐν αὐτῷ θεασάμενος ὄχλου, καὶ λίθον ὁρᾷ κατὰ τὸ τῆς εἰσόδου μεσαίτατον κει- 4 μενον, ἐφʼ ὃν ἕκαστος τῶν εἰσιόντων τε καὶ ἐξιόν- των τὸν πόδα προσέπταιε. τοῦτον δὲ εἶς τις εἰσιών
ἐφʼ ᾧ λούσασθαι, ἄρας μετέθηκεν. ὑποστρέψας οὖν πρὸς τὸν δεσπότην, „εἰ κελεύεις“ φησί „δέσποτα, λούσασθαι, ἕνα ἄνθρωπον ἐν τῷ βαλανείῳ τεθέα- μαι“. καὶ τοῦ Ξάνθου ἐλθόντος καὶ τὸ πλῆθος τῶν λουομένων ἰδόντος καὶ „τί τοῦτο,“ εἰπόντος ,,Αἴ-
σωπε; οὐχ ἕνα ἄνθρωπον ἔφης ἑωρακέναι ;“ ὁ Αἴ- σωπος „ναί·“ φησί ,,τὸν γὰρ λίθον ἐκεῖνον“, τῇ χειρὶ δείξας, „πρὸ τῆς εἰσόδου κείμενον εὗρον, ἐφʼ ὃν οἱ εἰσιόντες πάντες καὶ ἐξιόντες προσέπταιον. εἶς δέτις πρὶν ἢ προσπταῖσαι ἄρας μετέθηκεν. ἐκεῖ-
νον οὖν ἕνα ἄνθρωπον εἶπον ἑωρακέναι, προτιμήσας 5 6 τῶν ἄλλων“. καὶ ὁ Ξάνθος· „οὐδὲν παρὰ τῷ Αἰσώπῳ ἀργὸν πρὸς ἀπολογίαν.“
Vita Aesopi Pl vel Accursiana (sub auctore Maximo Planude) (recensio 1). Vitae Aesopi. ed. Alfred Eberhard. United States. 2016.
Funding provided by Harvard Library Arcadia Fund.