θʹ.
Ἀβδιοῦ ἦν ἐκ γῆς Συχὲμ ἀγροῦ Βηθαχαράμ. Οὗτος ἦν μαθητὴς Ἠλία καὶ πολλὰ ὑπομείνας δι᾽ αὐτὸν περιεσώζετο. Οὗτος ἦν ὁ τρίτος πεντηκόνταρχος9.col.a.
οὗ ἐφείσατο Ἠλίας καὶ κατέβη πρὸς Ὀχοζίαν. Μετὰ ταῦτα ἀπολιπὼν τὴν λειτουργίαν τοῦ βασιλέως προεφήτευσε καὶ ἀπέθανε ταφεὶς μετὰ τῶν πατέρων αὐτοῦ.9.col.b.
τοῦ Ἀχαὰβ δεηθεὶς τοῦ Ἠλία ἐγένετο αὐτοῦ μαθητὴς καὶ πολλὰ παθὼν δι᾽ αὐτὸν καὶ καταλιπὼν τὴν λειτουργίαν τοῦ βασιλέως ἠκολούθει τῷ Ἠλίᾳ καὶ προεφήτευσε καὶ ἐτάφη μετὰ τῶν πατέρων αὐτοῦ.De prophetarum vita et obitu (recensio anonyma). Vitae Prophetarum. ed. Theodorus Schermann. Leipzig. 1907.
Funding provided by Center for Hellenic Studies.