διὰ τῆς στενῆς πύλης, οὐ δύναται εἰσελθεῖν εἰς τὴν ζωὴν; τότε ἔκλαυσεν Ἁβραὰμ, λέγων· Οὐαί μοι, τί ποιήσω ἐγὼ; ὅτι εἰμὶ ἄνθρωπος εὐρὺς τῷ σώματι, καὶ πῶς δυνήσομαι εἰσελθεῖν εἰς τὴν στενήν πύλην, εἰς ἣν οὐ δύναται ἐλθεῖν παιδίον πέντε καὶ δέκα ἐτῶν; καὶ ἀποκριθεὶς Μιχαὴλ
εἶπεν πρὸς Ἁβραάμ· Σὺ μή φοβοῦ, πάτερ, μηδὲ λυποῦ, ἀκωλύτως γὰρ εἰσερχέσαι διʼ αὐτῆς, καὶ πάντες οἱ συνόμοιοί σου. καὶ ἑστῶτος τοῦ Ἁβραὰμ καὶ θαυμάζοντος, ἰδοὺ ἄγγελος κυρίου ἐλαύνων ἓξ μυριάδας ψυχὰς ἁμαρτωλῶν εἰς τὴν ἀπώλειαν· καὶ λέγει Ἁβραὰμ πρὸς Μιχαήλ.
Οὖτοι πάντες εἰς τὴν ἀπώλειαν ἀπέρχονται; καὶ λέγει αὐτῷ Μιχαήλ· Ναὶ, ἀλλὰ ἀπέλθωμεν καὶ ἀναζητήσωμεν ἐν ταῖς ψυχαῖς ταύταις, εἰ ἐστὶν ἐξ αὐτῶν κἂν μία δικαία. ἀπελθόντων δὲ αὐτῶν, εὗρον ἄγγελον κατέχοντα ἐν τῇ χειρὶ αὐτοῦ μίαν ψυχὴν γυναικὸς ἐξ αὐτῶν τῶν ἓξ μυριάὅτι 1 2 εὖρεν τὰς ἁμαρτίας ἰσοζυγούσας μετὰ τὰ ἔργα αὐτῆς ἅπαντα, καὶ οὐκ ἦσαν ἐν μόγθῳ οὐδὲ ἐν ἀναπαύσει, ἀλλʼ ἐν τόπῳ μεσότητος. τὰς δὲ ψυχὰς ἐκείνας ἦρεν εἰς τὴν ἀπώλειαν. καὶ εἶπεν Ἁβραάμ πρὸς Μιχαὴλ· Κύριε, οὖτός ἐστιν ὁ ἄγγελος ὁ ἐκφέρων τὰς ψυχὰς ἐκ τοῦ σώματος,
ἢ οὐ; ἀπεκρίθη Μιχαὴλ καὶ εἶπεν· Οὖτός ἐστιν ὁ θάνατος, καὶ ἀπάγει αὐτάς εἰς τὸν τόπον τοῦ κριτηρίου, ἵνα ὁ κριτὴς κρίνῃ αὐτάς.
Testamentum Abrahae (recensio B). Testamentum Abrahae. ed. Montague Rhodes James. United States. 2017.
Sponsored by HARVARD COLLEGE LIBRARY.
Funding provided by Harvard Library Arcadia Fund.