ἐν τῇ ἑσπέρᾳ ἐκείνῃ, καὶ εὗρεν αὐτοὺς ἑτοιμάζοντας τὸν δεῖπνονʼ καὶ ἔφαγον καὶ ἔπιον καὶ εὐφράνθησαν. καὶ εἶπεν Ἁβραὰμ τῷ υἱῷ αὐτοῦ Ἰσαάκ· Ἀνάστηθι, τέκνον, στρῶσον τὴν κλίνην τοῦ ἀνθρώπου ἵνα ἀναπαύῃ, καὶ θὲς τὸν λύχνον ἐπὶ τήν λυχνίαν. καὶ ἐποίησεν Ἰσαάκ καθά συνέταξεν
ὁ πατὴρ αὐτοῦ. καὶ εἶπεν Ἰσαὰκ τῷ πατρὶ αὐτοῦ· Πάτερ, ἔρχομαι κἀγὼ ἔγηιστα ὑμῶν κοιμηθῆναι. καὶ ἀπεκρίθη Ἁβραὰμ πρὸς αὐτόν· Οὐχὶ, τέκνον μου, μήποτε ἐπιβαρεῖς γενώμεθα τῷ ἀνθρώπῳ τούτῳ, ἀλλὰ ἄπελθε ἐν τῷ ταμείῳ σου καὶ ἀναπαύου. μὴ θέλων δὲ Ἰσαὰκ παρακοῦσαι
τὸ τοῦ πατρὸς αὐτοῦ πρόσταγμα, ἀπελθὼν ἀνεπαύσατο ἐν τῷ ταμείῳ αὐτοῦ.
Testamentum Abrahae (recensio B). Testamentum Abrahae. ed. Montague Rhodes James. United States. 2017.
Sponsored by HARVARD COLLEGE LIBRARY.
Funding provided by Harvard Library Arcadia Fund.