τελευτῶσιν ἄφνω· ἡ δὲ ἑτέρα κεφαλὴ ὁμοία ῥομφαίας· διὰ τοῦτο τινες ἐν ῥομφαιᾷ τελευτῶσιν ὡς ἐπὶ τόξοις. ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἐτελεύτησαν οἱ παῖδες τοῦ Ἁβραὰμ διὰ τὸν φόβον τοῦ θανάτου· οὓς ἰδὼν Ἁβραὰμ ηὔξατο πρὸς κύριον, καὶ ἀνέστησεν αὐτούς. ἐπέστρεψεν δὲ ὁ θεὸς καὶ
1 ἐξέτεινεν τὴν ψυχὴν τοῦ Ἁβραὰμ ὡς ἐν ὀνείροις, καὶ ὁ ἀρχιστρατηγὸς Μιχαὴλ ἦρεν αὐτὴν εἰς τοὺς οὐρανούς. 2 ἔθαψεν δὲ Ἰσαὰκ τὸν πατέρα αὐτοῦ πλησίον τῆς μητρὸς 3 αὐτοῦ τῆς Σάρρας, δοξάζων καὶ αἰνῶν τὸν θεόν· ὅτι αὐτῷ πρέπει δόξα, τιμὴ καὶ προσκύνησις, τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς
αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Testamentum Abrahae (recensio B). Testamentum Abrahae. ed. Montague Rhodes James. United States. 2017.
Sponsored by HARVARD COLLEGE LIBRARY.
Funding provided by Harvard Library Arcadia Fund.