ἐν τετραοδίῳ τῆς δρυὸς τῆς Μαμβρῆ, τοὺς πάντας ὑπεδέχετο, πλουσίους καὶ πένητας, βασιλεῖς τε καὶ ἄρχοντας, ἀναπήρους καὶ ἀδυνάτους, φίλους καὶ ξένους, γείτονας καὶ παροδίτας, ἴσον ὑπεδέχετο ὁ ὅσιος καὶ πανίερος καὶ δίκαιος καὶ φιλόξενος Ἁβραάμ. ἔφθασεν δὲ καὶ ἐπὶ τοῦτον τὸ
κοινόν καὶ ἀπαραίτητον τοῦ θανάτου πικρόν ποτήριον, καὶ τὸ ἄδηλον τοῦ βίου πέρας. προσκαλεσάμενος τοίνυν ὁ δεσπότης θεὸς τὸν ἀρχάγγελον αὐτοῦ Μιχαὴλ εἶπεν πρὸς αὐτόν· Κάτελθε, Μιχαὴλ ἀρχιστράτηγε, πρὸς Ἁβραὰμ, καὶ εἰπὲ αὐτὸν περὶ τοῦ θανάτου, ἵνα διατάξεται περὶ τῶν
πραγμάτων αὐτοῦ· ὅτι ηὐλόγησα αὐτὸν ὡς τοὺς ἀστέρας 2 3 4 5 τοῦ οὐρανοῦ, καὶ ὡς τὴν ἄμμον τὴν παρὰ τὸ χεῖλος τῆς θαλάσσης· καὶ ἔστιν ἐν εὐπορίᾳ βίου πολλοῦ καὶ πραγμάτων πολλῶν, καὶ ὑπάρχει πλούσιος πάνυ· παρὰ πάντων δὲ δίκαιος ἐν πάσῃ ἀγαθωσύνῃ, φιλόξενος καὶ φιλόστοργος ἕως τέλους τῆς ζωῆς αὐτοῦ· σὺ δὲ, ἀρχάγγελε Μιχαὴλ,
ἄπελθε πρὸς τὸν Ἁβραὰμ, τὸν ἠγαπημένον μου φίλον, καὶ ἀνάγγειλον αὐτῷ περὶ τοῦ θανάτου αὐτοῦ, καὶ πληροφόρησον αὐτὸν ὅτι Μέλλεις ἐν τῷ καιρῷ τούτῳ ἐξέρχεσθαι ἐκ τοῦ ματαίου κόσμου τούτου καὶ μέλλεις ἐκδημεῖν ἐκ τοῦ σάματος καὶ πρός τὸν ἴδιον δεσπότην ἐλεύσῃ ἐν ἀγαθοῖς.
Testamentum Abrahae (recensio A). Testamentum Abrahae. ed. Montague Rhodes James. United States. 2017.
Sponsored by Harvard College Library.
Funding provided by Harvard Library Arcadia Fund.