23.
Δικαιοσύνη ὁμόνοια τῆς ψυχῆς πρὸς αὑτήν, καὶ εὐταξία τῶν τῆς ψυχῆς μερῶν πρὸς ἄλληλά τε καὶ περὶ ἄλληλα· ἕξις διανεμητικὴ τοῦ κατ’ ἀξίαν ἑκάστῳ· ἕξις καθ’ ἣν ὁ ἔχων προαιρετικός ἐστι τῶν φαινομένων αὐτῷ δικαίων· ἕξις ἐν βίῳ νόμου ὑπήκοος· ἰσότης κοινωνική· ἕξις ὑπηρετικὴ ὀρθῶν νόμων.Fragmenta. Speusippus. ed. Friedrich Wilhelm August Mullach. Paris. 1881.
Funding provided by Center for Hellenic Studies.