227.
Ἐλέγοντο δὲ αὐτοῦ καὶ αἱ Πλάτωνος ἀκούειν μαθήτριαι, Λασθενία τε ἡ Μαντινικὴ καὶ Ἀξιοθέα ἡ Φλιασία, ὅτε καὶ Διονύσιος πρὸς αὐτὸν γράφων τωθαστικῶς φησί· καὶ ἐκ τῆς Ἀρκαδικῆς σου μαθητρίας ἐστὶ τὴν φιλοσοφίαν καταμαθεῖν· καὶ Πλάτων μὲν ἀτελεῖς φόρων τοὺς παρ’ αὐτὸν φοιτῶντας ἐποίει, σὺ δὲ δασμολογεῖς, καὶ παρ’ ἑκόντων καὶ ἀκόντων λαμβάνεις.Fragmenta. Speusippus. ed. Friedrich Wilhelm August Mullach. Paris. 1881.
Funding provided by Center for Hellenic Studies.