196.
Ἀλλὰ μὴν ὅτι καὶ ἡ λύπη κακόν, ὁμολογεῖται, καὶ φευκτόν· ἡ μὲν γὰρ ἁπλῶς κακόν, ἡ δὲ τῷ πὴ ἐμποδιστική. Τῷ δὲ φευκτῷ τὸ ἐναντίον ᾗ φευκτόν τε καὶ κακόν, ἀγαθόν. Ἀνάγκη οὖν τὴν ἡδονὴν ἀγαθόν τι εἶναι Ὡς γὰρ Σπεύσιππος ἔλυεν, οὐ συμβαίνει ἡ λύσις· ὥσπερ τὸ μεῖζον τῷ ἐλάττονι καὶ τῷ ἴσῳ ἐναντίον· οὐ γὰρ ἂν φαίη ὅπερ κακόν τι εἶναι τὴν ἡδονήν.Fragmenta. Speusippus. ed. Friedrich Wilhelm August Mullach. Paris. 1881.
Funding provided by Center for Hellenic Studies.