194.
Σπεύσιππός τε, ὁ Πλάτωνος ἀδελφιδοῦς, τὴν εὐδαιμονίαν φησὶν ἕξιν εἶναι τελείαν ἐν τοῖς κατὰ φύσιν ἔχουσιν, ἢ ἕξιν ἀγαθῶν· ἧς δὴ καταστάσεως ἅπαντας μὲν ἀνθρώπους ὄρεξιν ἔχειν, στοχάζεσθαι δὲ τοὺς ἀγαθοὺς τῆς ἀοχλησίας. Εἶεν δ’ ἂν αἱ ἀρεταὶ τῆς εὐδαιμονίας ἀπεργαστικαί.Fragmenta. Speusippus. ed. Friedrich Wilhelm August Mullach. Paris. 1881.
Funding provided by Center for Hellenic Studies.