192.
Οὗτος δ’ ἐστὶ Πλάτων, ὃν Σπεύσιππός φησι φίλτατον ὄντα Ἀρχελάῳ, Φιλίππῳ τῆς βασιλείας αἴτιον γενέσθαι. Γράφει γοῦν Καρύστιος ὁ Περγαμηνὸς ἐν τοῖς ἱστορικοῖς ὑπομνήμασιν οὕτως Σπεύσιππος πυνθανόμενος Φίλιππον βλασφημεῖν περὶ Πλάτωνος εἰς ἐπιστολὴν ἔγραψέ τι τοιοῦτον, ὥσπερ ἀγνοοῦντας τοὺς ἀνθρώπους ὅτι καὶ τὴν ἀρχὴν τῆς βασιλείας Φίλιππος διὰ Πλάτωνος ἔσχεν. Εὐφραῖον γὰρ ἀπέστειλε τὸν Ὠρείτην πρὸς Περδίκκαν Πλάτων, ὃς ἔπεισεν ἀπομερίσαι τινὰ χώραν Φιλίππῳ. Διατρέφων δ’ ἐνταῦθα δύναμιν, ὡς ἀπέθανε Περδίκκας, ἐξ ἑτοίμου δυνάμεως ὑπαρχούσης, ἐπέπεσε τοῖς πράγμασι. Τοῦτο δ’ εἴπερ οὕτως ἀληθείας ἔχει, θεὸς ἂν εἰδείη.Fragmenta. Speusippus. ed. Friedrich Wilhelm August Mullach. Paris. 1881.
Funding provided by Center for Hellenic Studies.