ΦΙΛΟΔΗΜΟΥ ΠΕΡΙ ΡΗΤΟΡΙΚΗΣ ΥΠΟΜΝΗΜΑΤΩΝ Α.
φυσικοῦ δώρου παρὰ τῆς ἀσκήσεως οὐ περιγινομένου.
τἆλλα δημιουργοῦσιν. Ἔτι τινῶν μὲν τεχνῶν ἔργα πείπτει τῶν γε κατὰ μέρος καὶ ἀξιόλογά γε οὐ μόνον εἰς τοὺς τεχνείτας ἀλλὰ καὶ εἰς τοὺς ἀνεπιστήμονας, τινῶν δʼ οὐδὲ ἓν ἔργον εἰς τοὺς ἀτέχνους πείπτει.
κἂν τὴν ῥητορικὴν οὐκ οὗσαν τοιαύτην ἐκ τῶν τεχνῶν ἐξορίζωσιν, εἶτʼ ἀποκλίνειν πρὸς τὴν αὐτὴν ἐπιχειροῦντες.
τῶν τεχνῶν σύνδεσμος. Ἀμέλει δέ τινι παρακειμένωι καὶ τοιούτωι συνέχονται χαρακτῆρι κακίας· διαφορῶν γὰρ οὐσῶν ἀπλάτων ὅσων ἐν ταῖς τέχναις, ὅταν ἰδιότητι προσπέσωσιν, ἐκ τῶν τεχνῶν εὐθὺς ἐξορίζουσιν τὴν τοῦτο προσφερομένην. Τὰς μὲν οὖν ἄλλας
ἐάσομεν παραλλαγὰς ἐπὶ τοῦ παρόντος· οὐδὲν γὰρ ἐνχρήζουσιν· ἐνίων δὲ συνεργίαν τινὰ παρεξομένων
μένης· ὅ καὶ ἐπὶ τῶν ἄλλων εἴπερ ἦν ἐπιστημῶν, ἴσως οὐκ ἂν ὁ θεωρητικὸς εὐθέως ὑπῆρχε διαλεκτικός. Ἴσως δὲ καὶ μετὰ τούτων ἕτεραί τινες ἐν ταῖς ἐπιστήμαις εὑρεθήσονται παραλλαγαὶ κατὰ τὴν δύναμιν | ἤτοι τὴν παρασκευὴν τῶν αὐτῶν ἔργων, ἀλλʼ οὐ τὸ lI μὴ εἶναι τέχνην αὐτὴν παριστάνειν δόξουσιν ἀλλὰ τὸ μὴ μόνην τοῦ τέλους δημιουργόν. Οὐ γὰρ ἴσως ἀγένητον οὐδʼ οὐχ ὁρώμενον ἐν τοῖς φαινομένοις, ὅ γείνεται διὰ τέχνης τινός, διὰ ταύτης τε συντελεῖσθαι
καὶ διʼ ἄλλης τινὸς ἀκολουθεῖν τέχνης, καὶ ταύτηι τάχα καὶ τὸ χρήσιμον ἀπὸ τοῦ ἀναγκαίου διορίζεσθαι πέφυκεν. Ἐπιδέχονται δὲ καὶ παραβολὰς οἱ πλείους τῶν λόγων, εἰ μὴ καὶ πάντες. Ἄθλιος δʼ εἰ καί τις ἄλλος χαρακτὴρ λόγων, ὅταν διʼ ὧν τις ἀναιρεῖν
οἴεταί τινα, διὰ τῶν αὐτῶν πορευομένοις ἐξῇ καὶ τἀληθὲς ἢ τὸ φαινόμενον ἀληθὲς τῶι συντιθέντι τὴν ἀπόδειξιν ἀθετῆσαι. Χάριν δὲ τῶν ἀποδείξεων τούτων οὐδὲ εἷς ἀποκωλύσει λέγειν τοὺς τῆς ἐναντίας στάσεως προισταμένους εἶναί τινα τέλειον τεχνείτην,
δὲ καὶ τοιοῦτον ἐξουσιάσει παραπλάττεσθαι χαρακτῆρα μοχθηρότατον, ὅταν ἀπὸ τῶν ἐπὶ μέρους ἀνδρῶν κατηγορίαν τῶν ἐπιστημῶν ποιῆταί τις, ὅ καὶ παρὰ τοῖς ὀνωδεστάτοις ἄδικον ἤδη διείληπται, γείνεται δὲ παρὰ τούτοις. Ἀλλὰ μὴν πρόχειρον ἔσται λέγειν καί, διότι πείθουσιν μὲν πολλοὶ κατὰ τὸ κοινὸν καὶ τῶν οὐ ῥητόρων, οὐ μὴν τέλος τοῦτο τῆς ῥητορικῆς
ὑπάρχειν, ἀλλὰ τὸ λόγωι πείθειν, ὥστε καὶ πολλὴν ἀπειρολογίαν καταγνώσεται τῶν τὰ κάλλη καὶ 7 τὰς ἄλλας φλυαρίας
ἔσται δεδειχώς, οὐδὲ κατὰ τὸ ἴδιον τοῦ λέγειν οὐδὲ πυκνὸν οὕτως ὡς ἐκεῖνοι. Πολλὰς δέ τινας εὑρήσεις τῶν ἀποδείξεων τὸ πραγματικὸν ἐκβεβηκυίας τῆς συνθέσεως χωρὶς τῶν προεπισεσημασμένων ἀδιαληψιῶν, πεπλεγμένας δὲ παρὰ τὴν ἐν ταῖς φωναῖς κοινότητα,
πτῶμα φιλοσόφων ὅπερ ἐστὶν ἀπαλαιστρότατον· πολλὰς δὲ καὶ τῆι δυνάμει μὲν οὐ διαφερούσας, ἀλλʼ ὅταν περιβάλωνται χειρισμοὺς παραλλάττοντας ἢ μόνον ὑποδειγμάτων ἑτερότητας, τὸ πλούσιον τῶν χρωμένων ἐπιφαινούσας. Πολὺ δʼ ἐν τοῖς λόγοις ἄγαν ἐστὶ καὶ
τὸ φατικὸν καὶ τὸ παντελῶς ἀκατάσκευον, ὃ τάχα τινὲς πεκστάντες οὐκ ἔσονται διημαρτημένοι. Διήκει δέ τις ἁμαρτία
μὴ διὰ γραπτῶν καταβεβλῆσθαί τινας τεχνολογίας, ὥσπερ οὐκ εὐπρόσδεκτον, ἐκπεπονῆσθαί τινας τέχνας, παρʼ οις ἀνθρώποις ἢ καθʼ οὓς καιροὺς οὐδʼ ὅλῶς γραμμαικὴν ὑπάρχειν ἢ γεγενῆσθαι συμβέβηκεν. Νομίζω δʼ ἔγωγε καὶ πάντας, εἰ δὲ μή γε, τοὺς πλείστους
λόχους καὶ συνχωρουμένων τῶν λημμάτων οὐ συνάξειν, ὃ θέλουσιν οἱ κατασκευάζοντες, καὶ μάλιστα, ἐὰν ἐρωτῶνται περὶ τοῦ τὴν σοφιστικὴν ῥητορικὴν οὐκ εἶναι τέχνην, ἀλλʼ εἴπερ ἄρα τὸ μὴ περιγείνεσθαι διʼ αὐτῆς τὴν πολειτικὴν καὶ τὴν ἔμπρακτον ῥητορικήν, οὐκ, εἰ
δὴ μουσικὴ τὸ γράφειν καὶ ἀναγινώσκειν οὐ περιποιεῖ, διὰ τὴν αἰτίαν ταύτην οὐδὲ ἄλλων τινῶν ἐστιν
ἐπιστῆσαι, μήποτε οὐκ ἀπιθάνως λέγῃ τις· ὥσπερ τὴν διαλεκτικὴν τέχνην ὑπάρχειν, οὐ μὴν ἀπεργάζεσθαί τι καθʼ ἑαυτήν, εἰ μὴ τοῖς ἠθικοῖς καὶ φυσικοῖς συνδεθείη λόγοις, ὃν τρόπον καὶ τῶν Στωικῶν ἔνιοι διέλαβον, οὕτω καὶ τὴν ῥητορικὴν τέχνην μὲν εἶναι,
δραστήριον δʼ οὐδαμῶς τῶν ἔργων, εἰ μὴ τοῖς πολιτικοῖς πράγμασιν συμπλακείη. Τοίγαρ ἐπακτικοὺς εἶναι τοὺς πλείονας τῶν λόγων, οὐκ ἴσως λέληθεν οὐδὲ τοὺς μετρίως συνέντας. Τάχα δʼ ἴσως καὶ πλείους ἄλλοι κακιῶν χαρακτρες διήκουσι διὰ τῶν συλλογισμῶν, ἀλλʼ οὔτε πρὸς ὄνηα τὴν προσκαρτέρησιν ποιεῖσθαι 10 δοκι
νῦν παραλελειμμένω ἐπισημασίας ἀξιωθήσεται. Τοῖς δʼ ἡμετέροις μεμπιν ἂν εἴη, καὶ περιττότερ τοῖς γέ τοι τοιούτοις, ὅοι καὶ τὴν σοφιστικὴν ῥῆορικὴν οὐκ εἶναι τέχνην διλήφασι καὶ τούτου συστικοὺς λόγους πεποιήκασιν Εἰ γὰρ Ἐπίκουρος καὶ Μητρόδωρος
ἔτι δʼ Ἕρμαρος ἀποφαίνονται τέχνην πάρχειν τὴν τοιαύτην, ὡς ἐνιοῖς ἑξῆς ὑπομνήσομεν, τούτοις ἀντιγράφοντες οὐ πνυ τι μακρὰν τῆς τῶν ποτραλοιῶν καταδίκης ἀφεστήκαιν.
Volumina Rhetorica. Philodemus. ed. Siegfried Sudhaus. United States. 2018.
Funding provided by Harvard Library Arcadia Fund.