μηδὲν δ’ οὐκ ἔστιν· τά σ’ ἔγὼ φράζεσθαι ἄνωγα.
πρώτης γάρ σ’ ἀφ’ ὁδοῦ ταύτης διζήσιος 〈εἴργω〉,
αὐτὰρ ἔπειτ’ ἀπὸ τῆς, ἣν δὴ βροτοὶ εἰδότες οὐδὲν
πλάττονται, δίκρανοι· ἀμηχανίη γὰρ ἐν αὐτῶν
στήθεσιν ἰθύνει πλακτὸν νόον· οἱ δὲ φοροῦνται
κωφοὶ ὁμῶς τυφλοί τε, τεθηπότες, ἄκριτα φῦλα,
οἷς τὸ πέλειν τε καὶ οὐκ εἶναι ταὐτὸν νενόμισται
κοὐ ταὐτόν, πάντων δὲ παλίντροπός ἐστι κέλευθος.
Fragmenta. Parmenides. ed. Hermann Diels. Berlin. 1922.
Funding provided by Center for Hellenic Studies.