αἵπερ ὁδοὶ μοῦναι διζήσιος εἰσι νοῆσαι·
ἡ μὲν ὅπως ἔστιν τε καὶ ὡς οὐκ ἔσται μὴ εἶναι,
Πειθοῦς ἐστι κέλευθος (Ἀηθείηι γὰρ ὀπηδεῖ),
ἡ δ’ ὡς οὐκ ἔστιν τε καὶ ὡς χρεών ἐστι μὴ εἶναι,
τὴν δή τοι φράζω παναπευθέα ἔμμεν ἀπαρπόν·
οὔτε γὰρ ἂν γνοίης τό γε μὴ ἐὸν (οὐ γὰρ ἀνυστόν)
οὔτε φράσαις.
Fragmenta. Parmenides. ed. Hermann Diels. Berlin. 1922.
Funding provided by Center for Hellenic Studies.