Prolog.*)
ὠφέλειαν ψυχικὴν προξενούντων δηλούσας τοὺς εὐ φρονοῦντας προσήκει σχολάζειν διὰ παντὸς διπλοῦν ἐκεῖθεν τὸ κέρδος κερδαίνοντας ἑαυτούς τε καὶ τοὺς ἐντυγχάνοντας ὠφελεῖν δυναμένους. ἔδοξε τοίνυν διὰ ταῦτα κἀμὲ τοὺς ἐπιλεγομένους χρησμοὺς σποράδην εὑρισκομένους καὶ συγκεχυμένην τὴν
τούτων ἀνάγνωσιν καὶ ἐπίγνωσιν ἔχοντας εἰς μίαν συνάφειαν καὶ ἁρμονίαν ἐκθέσθαι τοῦ λόγου ὡς ἂν εὐσύνοπτοι τοῖς ἀναγιγνώσκουσιν ὄντες τὴν ἐξ αὐτῶν ὠφέλειαν τούτοις ἐπιβραβεύσωσιν οὐκ ὀλίγα τῶν ἀναγκαίων καὶ χρησίμων δηλοῦντες καὶ πολυτελεστέραν ἅμα καὶ ποικιλωτέραν τὴν πραγματείαν ἀπερ-
γαζόμενοι. καὶ γὰρ περί τε πατρὸς <καὶ> υἱοῦ καὶ πνεύματος, τῆς θείας καὶ ζῳαρχικῆς τριάδος, ἀριδήλως διασαφοῦσι περί τε τῆς ἐνσάρκου οἰκονομίας τοῦ κυρίου καὶ θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, τῆς ἐκ παρθένου φημὶ ἀρρεύστου γεννήσεως καὶ τῶν παρ’ αὐτοῦ τελεσθεισῶν ἰάσεων 1 2 3 4
ὡσαύτως τοῦ ζῳοποιοῦ πάθους αὐτοῦ καὶ τῆς ἐκ νεκρῶν τριημέρου ἐγέροεως καὶ τῆς μελλούσης γενέσθαι κρίσεως καὶ ἀνταποδόσεως ὧν ἐν τῷ βίῳ τούτῳ ἐπράξαμεν ἅπαντες· πρὸς τούτοις τὰ ἐν ταῖς Μωσαϊκαῖς γραφαῖς καὶ ταῖς τῶν προφητῶν βίβλοις δηλούμενα περί τε τῆς κοσμικῆς κτίσεως <καὶ> τῆς
ἀνθρώπου πλάσεως καὶ ἐκπτώσεως τοῦ παραδείσου καὶ αὐθις ἀναπλάσεως τρανῶς διαλαμβάνουσι· περί τινων γεγονότων ἢ καὶ ἴσως γενησομένων ποικίλως προλέγουσι· καὶ ἁπλῶς οὐ μικρῶς ὠφελεῖν τοὺς ἐντυγχάνοντας δύνανται.
μάντις· ὅθεν ἑνὶ ὀνόματι αἱ θήλειαι μάντιδες Σίβυλλαι τοίνυν, ὡς πολλοὶ ἔγραψαν, γεγόνασιν ἐν χρόνοις καὶ τόποις τὸν ἀριθμὸν δέκα. πρώτη οὖν ἡ Χαλδαία ἤγουν ἡ Περσὶς ἡ κυρίῳ ὀνόματι καλουμένη Σαμβήδη, ἐκ τοῦ γένους οὖσα τοῦ μακαριωτάτου Νῶε, ἡ τὰ κατὰ Ἀλέξανόρον
τὸν Μακεδόνα λεγομἐνη προειρηκέναι· ἡς μνημονεύει Νικάνωρ ὁ τὸν Ἀλεξάνόρου βίον ἱοτορήοας· δευτέρα Λίβυσσα, ἡς μνήμην ἐποιήσατο Εὐριπίδης έν τῷ προλόγῳ τῆς Λαμίας· τρίτη ἡ ἐν Δελφοῖς τεχθεῖσα, περὶ ἡς εῖπε Χρύσιππος ἐν τῷ περὶ θεό> τητος βιβλίνῳ· τετάρτη ἡ Ἰταλικὴ ἡ ἐν Κιμμερίᾳ τῆς Ἰταλίας, ἧς
υἱὸς ἐγένετο Εὔανδρος ὁ τὸ ἐν Ῥώμῃ τοῦ Πανὸς ἱερὸν τὸ Λούπερκον κτίσας· πέμπτη ἡ Ἐρυθραία ἡ καὶ Τρωικοῦ προειρηκυῖα πολέμου, περὶ ἡς Ἀπολλόδωρος διαβεβαιοῦται· ἕκτη ἡ Σαμία ἡ κυρίῳ ὀνόματι περὶ ἧς ἔγραψεν Ἐρατοσθένης· ἑβδόμη ἡ Κυμαία ἡ γεγομένη
Ἀμάλθεια ἡ καὶ Ἐροφίλη, παρά τισι δὲ Ταραξάνδρα· Βεργίλιος δὲ 5 6 τὴν Κυμαίαν Δηιφόβην καλεῖ Γλαύκου θυγατέρα· ὁγθόη ἡ Ἐλλησποντία τεχθεῖσα ἐν κώμῃ Μαρμησσῷ περὶ τὴν πολίχνην Γεργιτίονα, ἥτις ἐνορία ποτὲ Τρῳάδος ἐτύγχανεν ἐν καιροῖς Σόλωνος καὶ Κύρου, ὡς ἔχραψεν Ἡρακλείδης ὁ Ποντικός· ἐννάτη ἡ Φρυγία·
δεκάτη ἡ Τιβουρτία ὀνόματι Ἀβουναία.
πυρὶ παρέσωκεν ἐξ αὐτῶν τρία. αὖθίς τε ἐν ἑτέρᾳ προσόδῳ τοῦ βασιλέως προσήνεγκε τὰ ἓξ βιβλία τὴν αὐτὴν ἐπιζητήσασα. οὐκ ἀξιωθεῖσα δὲ λόγου πάλιν ἔκαυσεν ἄλλα εἶτα ἐκ τρίτου ἐπιφερομένη τὰ περιλειφθέντα τρία προσῆλθεν αἰτοῦσα τὸ αὐτὸ τίμημα λέγουσα, εἰ μὴ λάβοι, καίειν καὶ αὐτά.
τότε, φασίν, ὁ βασιλεὺς ἐντυχὼν αὐτοῖς καὶ θαυμάσας ἔδωκε ὑπὲρ αὐτῶν ἐκατὸν φιλιππείους καὶ ἐκομίσατο αὐτά, παρεκάλει δὲ περὶ τῶν ἄλλων· αὐτῆς δὲ ἀπαγγειλάσης μήτε τὰ ἴσα τῶν ἔχειν μήτε τι δίκα ἐνθουσιασμοῦ τοιοῦτον ἴσθ’ ὅτε δέ τινας ἐκ διαφόρων πόλεων καὶ χωρίων
τὰ νομισθέντα αὐτοῖς ἀναγκαῖα καὶ ἐπωφελῆ καὶ δεῖν ἐξ συναγωγὴν ποιήσασθαι, τοῦτο τάχιστα καὶ πεποιήκασι. τὸ ἐκ θεοῦ δοθὲν ὡς ἀληθῶς μυχῷ κείμενον οὐκ ἔλαθε. πασῶν τῶν Σιβυλλῶν τὰ βιβλία ἀπετέθησαν ἐν τῷ Καπιτωλίῳ τῆς πρεσβυτέρας τῶν μὲν τῆς Κυμαίας κατακρυβέντων καὶ οὐ
διαδοθέντων εἰς πολλούς, ἐπειδὴ τὰ συμβησόμενα ἐν Ἰταλίᾳ ἰδικώτερα καὶ τρανότερον ἀνεφώνησε, τῶν δὲ ἄλλων γνωσθέντων ἅπασιν. ἀλλὰ τὰ μὲν τῆς Ἐρυθραίας προγεγραμμένα ἔχει 7 8 ἀπὸ τοῦ χωρίου ἐπικεκλημένον αὐτῇ ὄνομα· τὰ δέ γε ἐπιγράφονται ποία ποίας εἰσίν, ἀδιάκριτα δὲ καθέστηκε.
Αὑσονίᾳ γλώττῃ οἱ δὲ Σιβυλλιακοὶ στίχοι Ἑλλάδι φωνῇ ἐξηνέχθησαν. ἵνα δὲ τοῦτο μὴ ἄπιστον φαίνηται, μαρτυρίαν τοῦ ἀνδρὸς παρέξομαι ἔχουσαν τόνδε τὸν οὐν τὰ παρ ἡμῖν εὑρισκόμενα Σιβυλλιακὰ οὐ μόνον τοῖς νοοῦσι τὰ Ἐλλήνων εὐκαταφρόνητά ἐστιν — τὰ γὰρ
τίμια δοκεῖ — ἀλλὰ καὶ ὡς πάντων τῶν στίχων μὴ σῳζόντων τὴν ἀκρίβειαν τοῦ μέτρου, ἀργοτέραν ἔχει τὴν πίστιν· αἰτία αὕτη τῶν ταχυγράφων οὐ συμφθασάντων τῇ ῥύμῃ τοῦ λόγου καὶ ἀπαιδεύτων γενομένων οὐ τῆς προφήτιδος· ἅμα γὰρ ἐπιπνοίᾳ ἐπέπαυτο ἡ τῶν λεχθέντων μνήμη. πρὸς ἃ καὶ ὁ Πλάτων
βλέψας ἔφη, ὅτι κατορθώσουσι πολλὰ καὶ μεγάλα πράγματα μηδὲν εἰδότες ὡν λέγουσιν. ἡμεῖς οὖν ἐκ τῶν κομισθέντων ἐν Ῥώμῃ ὑπὸ τῶν πρέσβεων ὅσα δυνατὸν παραθήσομαι· ἐξηγήσατο τοίνυν περὶ τοῦ ἀνάρχου θεοῦ τάδε·
Oracula. Oracula Sibyllina. ed. Johannes Geffcken. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.