8.
Ἀλλὰ ταῦτα μὲν ταύτῃ. Οὐκ ἄξιον δὲ παρελθεῖν καὶ ἅπερ Κνιδίοις ἔχρησε πάλιν εὐχομένοις καὶ τὴν παρὰ τοῦ θεοῦ συμμαχίαν αἰτοῦσιν. Ἔπαθον δὲ καὶ οἱ Κνίδιοι τούτῳ προσεοικὸς Ἁρπάγου ἐπ’ αὐτοὺς στρατεύσαντος. Τὸν γὰρ Ἰσθμὸν τὸν αὐτόθι διακόπτειν ἐπιχειροῦντες καὶ τὴν πόλιν νησοποιεῖν, τὰ μὲν πρῶτα τοῦ ἔργου εἴχοντο· ἐπεὶ δὲ αὐτοῖς ἀπήντα ἡ ἐργασία, ἀπαγορεύοντες ἤδη ἐχρῶντο. Σὺ δὲ αὐτοῖς εἶπας,Ζεὺς γάρ κ’ ἔθηκε νῆσον, αἰκ’ ἐβούλετο.
Fragmenta. Oenomaus of Gadara. ed. Friedrich Wilhelm August Mullach. Paris. 1881.
Funding provided by Center for Hellenic Studies.