5.
Ταῦτα ἐκθέμενος εὐθὺς ἐπισυνάπτει, ὡς καὶ δεύτερον ἐρωτήσας καὶ τρίτον οὐδὲν εἰδότας ἔγνω τοὺς θαυμασίους, μόνῳ δὲ τῷ τῆς ἀσαφείας σκότῳ τὴν σφῶν ἄγνοιαν ἐπικρύπτοντας. Λέγει δ’ οὖν· Ἐπεὶ δέ μοι τὰ τῆς ἐμπορίας ἤδη πρὸ ὁδοῦ ἦν, ἀνδρὸς δὲ ἔδει τοῦ ξεναγωγήσοντος ἐπὶ τὴν σοφίαν, ἄπορος δὲ ἐφαίνετο οὗτος, σοῦ ἐδεόμην καὶ τούτου γενέσθαι ἐνδείκτην,
Ἔν τε τοῖσιν εὐπελέεσσιν ἠδ’ Ἀχαιοῖσιν χρέος
θήσεται, τὸ δ’ ἐκτεκμαρθὲν οὐδὲ μικρὸν ἔσσεται .
Τί φής; Εἰ δ’ ἀγαλματοποιός τις ἢ ζωγράφος ἐπεθύμουν γενέσθαι, καὶ διδασκάλους ἐζήτουν, ἆρά μοι ἤρκει ἀκοῦσαι « Ἔν τε τοῖσιν εὐπελέεσσιν», ἀλλ’ οὐκ ἂν μαίνεσθαι εἶπον τὸν λέγοντα; Ἀλλὰ τοῦτο μὲν ἴσως οὐχ ἱκανὸς εἶ διανοῆσαι, ἀσάφειαν γὰρ ἔχει πολλὴν τὰ ἀνθρώπεια ἤθη· ὅπου δέ μοι ἐκ Κολοφῶνος ἄμεινον πορεύεσθαι, οὐκέθ’ οὕτως ἀφανὲς τῷ θεῷ,
Ἐκ τανυστρόφοιο λᾶας σφενδόνης ἱείς ἀνήρ,
χῆνας ἐναρίζων βολαῖσν, ἀσπέτους, ποιηβόρους.
Τοοὺς δὲ ἀσπέτους, ποιηβόρους χῆνας, τίς μοι μηνύσει ὅ τι ποτὶ λέγουσι; τίς δὲ τὴν τανύστροφον σφενδόνην; ὁ Ἀμφίλοχος, ἢ ὁ Δωδωναῖος, ἢ σοὺ ἐν Δελροῖς, εἰ γενοίμην; Οὐκ ἀπάγξῃ που ἀπελθὼν τῇ τανυστρόφῳ σφενδόνη μετὰ τοῦ ἀδιανοήτου ποιήματος; Ἀλλὰ γὰρ τούτων ἅδε ἐληλεγμένων, ὥρα συνιδεῖν αὖθις ἄνωθεν, ὅπως τοὺς παλαιτάτους χρησμοὺς τοὺς ἐν Δελφοῖς ὁ αὐτὸς ἀπελέγχει, τοὺς δὴ μάλιστα ἐν ταῖς Ἑλληνικαῖς ἱστορίαις θαυμαζομένους.