2.
Ὁ δ’ αὐτὸς οὗτος συγγραφεὺς ὁπόσοις ὁ Ἀπόλλων διὰ τῆς τῶν χρησμῶν ἀμφιβολίας θανάτου αἴτιος γέγονε, τὴν ἀμφὶ τοὺς Ἡρακλείδας ἀναλαβὼν ἱστορίαν, εὐθύνει λέγων οὕτως· Ἐπεί δέ πως ἐπεμνήσθην τοῦδε τοῦ λόγου, φέρε, τὰ καθήκοντα διέλθω τοῦ κατὰ τοὺς Ἡρακλείδας διηγήματος. Οὗτοι γάρ ποθ’ ὡρμημένοι κατὰ τὸν Ἰσθμὸν εἰσβαλεῖν εἰς Πελοπόννησον ἐσφάλησαν. Ἀριστόμαχος οὖν ὁ Ἀριδαίου, ἐπειδὴ ὁ Ἀριδαῖος ἐτεθνήκει ἐν τῇ εἰσβολῇ, ἔρχεται ἀκουσόμενος παρὰ σοῦ περὶ τῆς ὁδοῦ· ἐπεθύμει δὲ ὥσπερ καὶ ὁ πατήρ. Σὺ δ’ αὐτῷ λέγεις,
Νίκην σοι φαίνουσι θεοὶ δι’ ὁδοῖο στενύγρων.
Καὶ ὃς κατὰ τὸν Ἰσθμὸν ὥρμησεν ἐπιχειρεῖν, καὶ μάχῃ τελευτᾷ. Τούτου υἱὸς ὁ Τήμενος κακοδαίμων ἧκεν ἐκ κακοδαιμόνων τρίτος· σὺ δ’ αὐτῷ παρεγγυᾷς ἃ καὶ Ἀριστομάχῳ τῷ πατρί· καὶ ὅς, ἀλλὰ κἀκεῖνός σοι ἐπιπεισθείς, ἀπέθανεν ἐν τῇ εἰσβολῇ. Καὶ σὺ ἔφης, Οὐ κατὰ γῆν λέγω στενύγρην, ἀλλὰ κατὰ τὴν εὐρυγάστορα. Ἐπειδὴ χαλεπὸν ἦν εἰπεῖν κατὰ τὴν θάλασσαν, κἀκεῖνος ᾔει κατὰ τὴν θάλασσαν, δόξαν ἐνεποίησας ὅτι κατὰ γῆν εἰσίοι. Καὶ κατὰ μέσον στρατοπεδεύεται Ναυπάκτου καὶ Ῥυπαίης . Καὶ διακοντίζει Κάρνον ἱππότην Φυλάνδρου τὸν Αἰτωλόν· εὖ, ἐμοὶ δοκεῖ, ποιῶν· καὶ ἐπειδὴ συνεκύρησε νόσος πλησία, καὶ ἀπέθανεν Ἀριστόδημος, πάλιν ἐπανεχώρουν, καὶ ὁ Τήμενος ἐλθὼν ἀπεμέμφετο τῇ ἀποτυχίᾳ· καὶ ἤκουσεν ὅτι ποινὴν ἀνεμάξατο τοῦ θείου ἀγγέλου, καὶ τὸ ὑπὲρ τῆς αὐχὴς Ἀπόλλωνι Καρνείῳ ποίημα τὸ διὰ τοῦ χρησμοῦ λέγον,
Ἄγγελον ἡμέτερον κτείνας ἀνεμάξαο ποινήν.
Τί οὖν, φησιν ὁ Τήμενος, τί χρὴ ποιεῖν; Καὶ πῶς ἂν ἱλασαίμην ὑμᾶς;
Εὔχευ Καρνείῳ τελέειν σέβας Ἀπόλλωνι.
Ὦ μιαρώτατε καὶ ἀναισχυντότατε μάντι· εἶτ’ οὐκ ἠπίστασο ὅτι διαμαρτήσεται τῆς στενύγρης ὁ τὴν στενύγρην ἀκούσας; Ἀλλ’ οὐδὲν ἧττον ἐπιστάμενος χρᾷς, ἔπειτα περιορᾷς διαμαρτάνοντα. Ἀλλ’ ἀμφίβολος ἡ στενύγρη, ὅπως νικήσαντι μὲν αἴτιος εἶναι δοκῇς νίκης, ἡττηθέντι δὲ μηδὲν αἴτιος εἶναι ἥττης, ἔχῃς δὲ ἀποφυγεῖν ἐπὶ τὴν εὐρυγάστορα. Ἀλλ’ ἧκεν ἄνθρωπος ἐπὶ τὴν εὐρυγάστορα, καὶ οὐκ ἔτυχεν. Εὕρηται πάλιν εἰς ἀποφυγὴν Κάρνος ἄγγελος ἀποθανών. Καίτοι πῶς, ὦ κράτιστε, ὁ κηδόμενος οὕτω τοῦ Κάρνου, ἄλλοις μὲν αὐτὸν θεοφορεῖσθαι ἐκέλευες, ἑαυτῷ δὲ οὔ; Καὶ δέον σώζειν ἕνα ὄντα Κάρνον, αὐτόν τε περιεῖδες, καὶ ἐναποθανόντι αὐτῷ Ὁμηρικὴν νόσον ἐνέβαλες εἰς τὸ πλῆθος, καὶ εὐχὰς ἐπὶ τῇ νόσῳ ἀφηγοῦ; Εἰ δ’ εὐχόμενος οὐδὲν ἤνυεν, ἄλλο τι ἂν ἐξεύροιτο ἄκος τῷ σῷ σοφίσματι, καὶ οὐδέποτ’ ἂν ἐλήξατε, οἱ μὲν ἐρωτῶντες, σὺ δὲ σοφιζόμενος, ἵνα καὶ νικῶσι καὶ ἡττωμένοις ᾖς ἀφώρατος κακουργῶν. κανὸν γὰρ τὸ πάθος καὶ ἡ ἐπιθυμία παραβουκολῆσαι, ὡς μηδ’ εἰ χιλιάκις σφαγεῖεν ἀπιστεῖν σοι ποιῆσαι.