VIII. Περὶ δραπετῶν.
Σελήνης Κριῷ· ὁ φυγὼν ταχέως εὑρεθήσεται ἢ καὶ αὐτὸς ἑκών ἐπανήξει (32Ο—331).
Σελήνης Ταύρῳ· ὁ φυγὼν ἐν οἴκῳ πλουσίου ἀν- δρὸς κρύπτεται καὶ δυσκόλως εὑρεθήσεται (332—336).
Σελήνης Διδύμοις· εἴσω ε΄ ἡμερῶν ληφθήσεται
ὁ φυγών. εἰ δὲ τὰς ε΄ ἡμέρας ὑπερβῇ, μετὰ τρεῖς μῆνας εὑρεθήσεται (337—340).
Σελήνης Καρκίνῳ· ὁ φυγὼν εἰς ἱερὸν ἢ εἰς τέ- μενος κρύπτεται, καὶ ἐν τῇ β΄ ἡμέρᾳ ἐκ τοῦ ἱεροῦ ὑπόσπονδος ἀχθήσεται, ὥστε μηδὲν κακὸν παθεῖν
(341—345).
Σελήνης Λέοντι· ὁ φυγὼν ἐν μὲν τῇ α΄ ἡμέρᾳ οὐχ εὑρεθήσεται, ἐν δὲ τῇ β΄ ἡμέρᾳ οὐ μὴ τελειώσῃ ὅσα βούλεται ἐν τῇ φυγῇ, εὑρεθήσεται δὲ ἐν οἴκῳ ἀνδρὸς πλουσίου. ζήτει δὲ αὐτὸν ἐν ἀγρῷ ἢ ἐν, κήπῳ
(346—353).
Σελήνης Παρθένῳ· ὁ φυγὼν πολλὰς ἡμέρας
1
2
κρυβήσεται λανθάνων ἐν ἀμφιλαφεῖ καὶ δασεῖ τόπῳ (354— 359).
Σελήνης Ζυγῷ· ὁ φυγὼν αὐτὸς ἑκὼν ὑποστρέψει δικαιολογούμενος πρὸς τὸν δεσπότην (36Ο— 363).
Σελήνης Σκορπίῳ· ὁ φυγὼν ἐν ἱερῷ τόπῳ κρύ-
πτεται καὶ αὐτὸς ἑκὼν ὑποστρέψει (364—366).
Σελήνης Τοξότῃ· ὁ φυγὼν ἢ ἕως ἡμερῶν ε΄ εὑ- ρεθήσεται ἢ ὑπερβὰς τὰς ε΄ ἡμέρας χρόνον πλεῖστον ἀφανισθήσεται (367—372).
Σελήνης Αἰγόκερῳ· ὁ φυγὼν ζωγρηθεὶς ἐν τῇ
ἔένῃ ταχέως ἀνάγεται (373—374).
Σελήνης Ὑδροχόῳ· ὁ φυγὼν ἀκουσθήσεται ὅτι ἐν χώρᾳ ξένῃ διάγει παῤ ἀνδρὶ δημαγωγῷ ἢ στρα- τιώτῃ (375—381).
Σελήνης Ἰχθύσιν· ὁ φυγὼν ἐν μὲν τῇ α΄ ἡμέρᾳ
κινδυνεύσει, ὥστε καὶ ἐγγὺς γενέσθαι θανάτου· ἐν δὲ τ β΄ ἡμέρᾳ πολλὰ κακοπαθήσας πάλιν εἰς τὸν ἴδιον ἐπανήξει δεσπότην (382—387).
Σελήνη χωρίς τινος ἀστέρος πλανωμένου οὖσα καθ᾿ ἑαυτὴν δηλοῖ, ὅτι οὐ δύναται μακρὰν ἀπελθεῖν
3
ὁ φυγών, ἀλλὰ πλησίον τῆς οἰκίας τοῦ ἰδίου δεσπότου πλανᾶται (388—392).
ἐὰν δὲ συνοδεύῃ τινὶ πλανωμένῳ ἡ Σελήνη, μακρὰν ὁ φυγὼν ἀπελεύσεται (393—396).
ἀλλ᾿ εἰ μὲν μετὰ Ἄρεως ἢ μετὰ Κρόνου συνο- δεύῃ ἡ Σελήνη, κομίζει μὲν πόρρω τὸν φυγόντα, ποιεῖ δὲ αὐτὸν δεσμώτην κρατηθῆναι (397—401).
ἐὰν δὲ μετὰ Διὸς ἢ Ἀφροδίτης συνοδεύῃ ἡ Σελήνη, ἀφανισθήσεται ὁ φυγὼν καὶ οὐ μὴ εὑρεθῇ
(402—424).
εἰ δὲ συνοδεύῃ τῷ Ἑρμῇ ἡ Σελήνη, εὐθέως εὑ- ρεθήσεται ὁ φυγών· φήμη γὰρ περὶ αὐτοῦ εὐθέως ἔρχεται μηνύουσα αὐτόν (425—428).
Σελήνη συνοδεύουσα τῷ Ἡλίῳ ἢ πανσελη-
νιάζουσα ἐκτοπίζει τὸν φυγόντα (429—432).
Σελήνη συνοδεύουσα Κρόνῳ ποιεῖ τὸν φυγόντα ὑπό τινων ἐν τῇ ὁδῷ κακούργων ἐπιβουλευθῆναι καὶ ὅσα βαστάζει ἀφαιρεθῆναι (433—438).