VI. Περὶ νόσων.
Σελήνης Κριῷ· ὁ κατακλιθεὶς οὐ τελευτήσει, ἀλλ᾿ ἀκινδύνως σωθήσεται, πλὴν τοῖς κεφαλαλγικοῖς ἀπαίσιος ὁ Κριός. εἰ δὲ γυνὴ μέλλοι ἐκτιτρώσκειν, ἐν μὲν τῇ πρώτῃ ἡμέρᾳ κίνδυνος ἐπακολουθήσει θα-
νατώδης, ἐν δὲ τῇ β΄ ἀκινδύνως ἀπαλλαγεῖσα σωθή- σεται (141—161).
Σελήνης Ταύρῳ· ὁ κατακλιθεὶς πάρεσιν ὑπομεί- νας καὶ παρακόψας σωθήσεται ταχέως. εἰ δὲ περὶ τὸν τράχηλον συναγχικὸν πάθος ᾖ, ὀλέθριον γίνεται. εἰ
δὲ γυνὴ ἐκτιτρώσκοι, ἐν μὲν τῇ α΄ ἡμέρᾳ τοῦ Ταύρου κινδυνεύσει εἰς θάνατον, ἐν δὲ τῇ β΄ ἐλαφρότερον τὸ κακόν (162—174).
Σελήνης Διδύμοις· ἐν μὲν τῇ α΄ ἡμέρᾳ ὁ κατα- κλιθεὶς χρονίως ταλαιπωρήσει τῇ νόσῳ, ἐν δὲ τῇ
εἴσω γ΄ ἡμερῶν ῥαΐσει. οἱ δὲ ἰσχιαδικοὶ ἢ οἱ τὰ νεῦρα ἀλγοῦντες ἐπισφαλῶς νοσήσουσιν. ἡ δὲ ἐκτιτρώσκουσα γυνὴ τελευτήσει, εἰ μή τις ἀστὴρ ἀγαθοποιὸς τῇ Σε- λήνῃ μαρτυρήσειεν (175— 189).
Σελήνης Καρκίνῳ· ὁ κατακλιθεὶς ἀβλαβῶς ἀπαλ-
λάξει καὶ ταχέως, πλὴν οἱ τὸ στῆθος ἀλγοῦντες τοὺς πόδας πληγέντες· ἐπικινδύνως γὰρ ἕξουσιν. ἡ δὲ ἐκτιτρώσκουσα γυνὴ καλῶς ἀπαλλάξει (190—199).
Σελήνης Λέοντι· σφαλερὸν τὸ κατάρξασθαι νό- σου· δεῖ οὖν κενῶσαι τὴν γαστέρα ταχέως. ταῖς δὲ
ἐκτιτρωσκούσαις γυναιξὶν ἐπισφαλέστατον καὶ κινδυ- νῶδες (2ΟΟ—2Ο7).
1
Σελήνης Παρθένῳ· ἡ νόσος χρονία μέν, ἀλλ᾿ ἐλαφρὰ καὶ ἀκίνδυνος, πλὴν στομαχικοῖς καὶ πλευρι- τικοῖς καὶ αἱμορροϊκοῖς οὐκ ἀκίνδυνος. ἡ δὲ ἐκτιτρώ- σκουσα γυνὴ ἐπισφαλῶς ἕξει καὶ ἐπικινδύνως, ἡ δὲ
τίκτουσα εὐτοκήσει (208 — 219).
Σελήνης Ζυγῷ· ὁ κατακλιθεὶς ἢ ταχέως σωθή- σεται ἢ τελευτήσει, ἐὰν χρονία γένηται ἡ νόσος. ἡ δ᾿ ἐκτιτρώσκουσα γυνὴ τελευτήσει (220—228).
Σελήνης Σκορπίῳ· ὁ κατακλιθεὶς ἐν μὲν τῇ α΄
ἡμέρᾳ ἀβλαβῶς ἀπαλλάξει, ἐν δὲ τῇ δευτέρᾳ ἐπικιν- δύνως νοσήσει (229—231).
Σελήνης Τοξότῃ· ὁ κατακλιθεὶς καὶ εὐφόρως νοσήσει καὶ ἐλαφρῶς καὶ ἀκινδύνως, καὶ ταχέως σω- θεὶς ἐγερθήσεται (232—234).
Σελήνης Αἰγόκερῳ· ὁ κατακλιθεὶς ταχέως ὑγια- νεῖ, πλὴν οἱ πλευριτικοὶ καὶ ἰσχιαδικοὶ χρονίσουσιν. ἡ δὲ ἐκτιτρώσκουσα γυνὴ ἐν μὲν τῇ α΄ ἡμέρᾳ ἀκιν- δύνως ἀπαλλάξει, ἐν δὲ τῇ β΄ ἡμέρᾳ ἐπικινδύνως (235—245).
Σελήνης Ὑδροχόῳ· αἱ μὲν ἄλλαι νόσοι ἀβλαβεῖς γίνονται, μόνος δὲ ὁ ὕδερος ἐπισφαλής. ἡ δὲ ἐκτι- τρώσκουσα γυνὴ ἐν μὲν τῇ α΄ ἡμέρᾳ κινδυνεύσει χα- λεπῶς, ἐν δὲ τῇ β΄ ἡμέρᾳ ἀβλαβῶς ἀπαλλάξει (246 —254).
Σελήνης Ἰχθύσιν· αἱ μὲν ἄλλαι νόσοι εὐαπάλ- λακτοι γίνονται, αἱ δὲ κοιλιακαὶ καὶ αἱ ποδαγρικαὶ ἐπισφαλεῖς καθίστανται (255—259).
2
Σελήνη μετὰ Διὸς ἢ Ἀφροδίτης ἢ Ἑρμοῦ καὶ ἐπικουφίζει τὰς νόσους καὶ ταχείας τὰς ἰάσεις ἐπιφέρει, μετὰ δὲ Κρόνου ἢ Ἄρεως καὶ ἐπιτείνει τὰς νόσους καὶ βραδείας τὰς ἀναλήψεις ποιεῖται (26Ο—269).
Σελήνη μετὰ οἱουδήποτε τῶν ε΄ πλανωμένων
βλάπτει τὰς ἐκτιτρωσκούσας γυναῖκας· διὸ ἄμεινον ἐν τοῖς τοιούτοις ἄνευ ἀστέρος εἶναι τὴν Σελήνην καθ᾿ αὑτήν (27Ο—275).