IX. Περὶ παίδων διδασκαλίας.
χρυσοφαὴς εἴη τοι ἐπʼ Ἀρνειοῖο Σελήνη, ἠὲ καὶ ὠκυπόροισιν ἐπʼ Ἰχθύσι καλὰ φαείνοι, ἢ κούρης ἐπέχοι φιαρὸν δέμας Ἰκαριώνης, ἠὲ καὶ αἰπυτάτῳ ἐνὶ Καρκίνῳ ἰνδάλλοιτό, Ζηνὸς μητιέταο κεχαρμένη ἀκτίνεσσιν,
ἢ Παφίης αἴγλῃσιν ἐρευθομένη τετραγώνοις ἠὲ τριπλεύροισιν — καί τʼ ἂν πολὺ λώιον εἴη — ἠὲ κατʼ ἰθὺν ἴῃσιν ἐφʼ ἑβδομάτοιο βεβῶσα δεικήλου, καὶ γὰρ τὸ πέλει τέχνῃσιν ὄνειαρ.
Carminum de actionum auspiciis reliquiae. Maximus, Astrologus. ed. Arthur Ludwich. United States. 2016.
Funding provided by Harvard Library Arcadia Fund.