[7] Ὡς δὲ οὕτως, ἵνα μὴ μηκύνωμεν τὸν λόγον, ἀπόκειται ἐπὶ μὲν τῶν βλεφάρων κνήφη, κονιδισμός, φθειριάσις, ἀτριχία, τριχιάσις, φαλάγγωσις, χάλαζα, κριθή, ἀκροχόρδονον, μίλφωσις, παχυβλεφαρία· γίνεται πάθη ια′. Περὶ δὲ ἐπισκύνια τράχωμα, ὑδατίς, ἕλκος, τρίχωσις· γίνεται δ′. Περὶ δὲ τοὺς κανθοὺς ψωροφθαλμία. ξηροφθαλμία, ἄργεμος, ἔγκαυσις, αἰγιλωπία,
(f. 44 v.)
ἀχύλωψ, σύριγξ, νομή, ἀνάβρωσις· γίνεται θ′. Περὶ δὲ ὅλον τὸν βολβὸν, πτερύγιον, λεύκωμα, ἐρίζης (?). μυοκεφαλίον, ἀχλύς, ἀμβλυωπία· 〈γίνεται ς′〉. Πλατυκορία, σύγχυσις, ἀτονία. ἀτροφία, φθίσις, γλαύκωσις, μυδρίασις, δικορία, ἱππάριον, νυκτάλωψ, μύωψ, σκοτισμός. Γίνεται ιβ′. Περὶ δὲ ὅλον τὸν ὀφθαλμὸν φλεγμονή, φίμωσις, σύγκαυσις, σύγχυσις, ἀποστημάτιον, βρῶσις, ἕλκος, περιωδυνία, ψυδράκιον· γίνονται θ′.