Liber Enoch Apocalypsis Enochi 21

ed. Henry Barclay Swete D.D.

Apocalypsis Enochi. Liber Enoch. ed. Henry Barclay Swete D.D.. United States. 2017.

Funding provided by Harvard Library Arcadia Fund.

Current edition First1KGreek

Apocalypsis Enochi (Greek) (The Old Testament in Greek, Volume 3. Swete, Henry Barclay. Cambridge: Cambridge University Press, 1905.)

Editions (1)
Apocalypsis Enochi First1KGreek (Das Buch Henoch. Flemming, Johannes Paul, and Radermacher, Ludwig, editors. Leipzig: Hinrichs, 1901.) — 21 focus

Notes on the current edition

Apocalypsis Enochi

1. Ρ1
2. καὶ ἐπὶ τῷ λαῷ. ⁶ Σαριήλ, ὸ εἰς τῶν ἁγίων ἀγγέλων ὁ ἐπὶ τῶν πνευμάτων οἴτινες ἐπὶ τῷ πνεύματι ἁμαρτάνουσιν. Γ αβριὴλ, ὸ εἶς τῶν ἁγίων ἀγγέλων ὸ ἐπὶ τοῦ παραδείσου καὶ τῶν δρακόντων καἰ χερουβίν. Ρεμειήλ, ὸ εἰς τῶν ἁγίων ἀγγελων ὄν ἔταξεν ὸ θεὸς ἐπὶ τῶν ἀνισταμένων. ὀνόματα ζ' ἀρχαγ- γέλων.
3. XXΙ
3. Καὶ ἐφώδευσα μέχρι τῆς ἀκατασκευάστου. 2 καὶ ἐκεῖ ἐθεασάμην ἔργον 3 φοβερὸν· ἑώρακα οὔτέ οὐρανὸν ἐπάνω οὔτε γῆν τεθεμελιωμένην, ἀλλὰ τόπον ἀκατασκεύαστον καὶ φοβερόν. ³καὶ ἐκεῖ τεθέαμαι ζ' ἀστέρας τοῦ οὐρανοί δεδεμένους καἰ έριμμένους ἐν αὐτῷ ὁμοῦ, ὁμοίους ὁράσει μεγάλῃ καὶ ἐν πῦρἱ καιομένους. 4 τότε εἶπον Διὰ ποίαν αἰτίαν ἐπεδέθησαν, καὶ διὰ ποίαν αἰτίαν ἐρίφησαν ὥδε; 5 καὶ εἰπέν μοι Οὐριήλ, ὸ εἰς τῶν ἁγίων ἀγγέλων ὸ μετʼ ἐμοῦ ὤν (καὶ αὐτὸς αὐτῶν ὴγεῖτο), καὶ εἰπέν μοιʼ Ενώχ, περὶ τίνος ἐρωτᾷς, ἡ περὶ τίνος τὴν ἀλήθειαν φιλοσπευδεῖς ; 6 οὔτοί εἰσιν τῶν ἀστέρων τοῦ οὐρανοῦ οἱ παραβάντες τὴν ἐπιταγήν τοῦ κυρίου, καὶ ἐδέθησαν ὦδε μέχρι πληρωθῆναι μύρια ἔτη, τὸν χρόνον τῶν ἁμαρτημάτων αὐτῶν.
5. Κἀκεῖθεν ἐφώδευσα εἰς ἄλλον τόπον τούτου φοβερώτερον, καὶ τεθέαμαι ἔργα φοβερά· πῦρ μέγα ἐκεῖ καιομενον καὶ φλεγομενον, καὶ διακοπὴν εἰχεν ὁ τόπος ἕως τῆς ἀβόσσου, πλήρης στύλων πυρὸς μεγάλων καταφερομένων· οὔτε X X 7 χερουβει P X XI 3 ορεσιν coniec Charles] ορασιν P
6. Ρ