Liber Enoch Apocalypsis Enochi 10

ed. Henry Barclay Swete D.D.

Apocalypsis Enochi. Liber Enoch. ed. Henry Barclay Swete D.D.. United States. 2017.

Funding provided by Harvard Library Arcadia Fund.

Current edition First1KGreek

Apocalypsis Enochi (Greek) (The Old Testament in Greek, Volume 3. Swete, Henry Barclay. Cambridge: Cambridge University Press, 1905.)

Editions (1)
Apocalypsis Enochi First1KGreek (Das Buch Henoch. Flemming, Johannes Paul, and Radermacher, Ludwig, editors. Leipzig: Hinrichs, 1901.) — 10 focus

Notes on the current edition

Apocalypsis Enochi

1. Sync.
1. ὄντων, 8 καὶ ἐπορεύθησαν πρὸς τὰς θυγατέρας τῶν ἀνθρώπων τῆς γῆς καὶ 1 συνεκοιμήθησαν μετʼ αὐτῶν καὶ ἐν ταῖς θηλείαις ἐμιάνθησαν, καὶ ἐδήλωσαν αὐταῖς πάσας τὰς ἁμαρτίας, καὶ ἐδίδαξαν αὐτὰς μίσητρα ποιεῖν. ⁹καὶ νῦν ἰδοὺ αἱ θυγατέρες τῶν ἀνθρώπων ἔτεκον ἐξ αὐτῶν υἱοὺς γίγαντας· κίβδηλα ἐπὶ τῆς γῆς τῶν ἀνθρώπων ἐκκέχυται, καὶ ὅλη ἡ γῆ ἐπλήσθη ἀδικίας. ¹⁰καὶ νῦν ἰδοὺ τὰ πνεύματα τῶν ψ υχῶν τῶν ἀποθανόντων ἀνθρώπων ἐντυγχάνουσι, καὶ μέχρι τῶν πυλῶν τοῦ οὐρανοῦ ἀνέβη ὁ στεναγμὸς αὐτῶν καὶ οὐ δύναται ἐξελθεῖν ἀπὸ προσώπου τῶν ἐπὶ τῆς γῆς γινομένων ἀδικημάτων. ¹¹καὶ σὺ αὐτὰ οἶδας πρὸ τῶν αὐτὰ γενέσθαι καὶ ὁρᾷς αὐτοὺς καὶ ἐᾷς αὐτοός, καὶ οὐδὲν λέγεις. τί δεῖ ποιῆσαι αὐτοὺς περὶ τούτου ;
3. X
4. 1Τότε ὁ δφιστος εἶπὲ καὶ ὁ ἄγιος ὁ μέγας ἐλάλησε, καὶ ἔπεμψ ε τὸν Οὐριὴλ πρὸς τὸν υἱὸν Λάμεχ λέγων 2ΙΙορεόου πρὸς τὸν Νῶε καὶ εἰπὸν αὐτῷ τῷ ἐμῷ ὀνόματι Κρύψον σεαυτόν, καὶ δήλωσον αὐτῷ τέλος ἑπερχθμενον, ὅτι ἡ γῆ ἀπόλλυται πᾶσα· καὶ εἰπὸν αὐτῷ ὅτι κατακλυσμὸς μέλλει γίνεσθαι πάσης τῆς γῆς, ἀπολέσαι πάντα ἀπὸ προσώπου τῆς γῆς. 3 δίδαξον τὸν δίκαιον τί ποιήσει, τὸν υἱὸν Λάμεχ. καὶ τὴν ψυχὴν αὐτοῦ εἰς ζωὴν συντηρήσει, καὶ ἐκφεύξεται διʼ αἰῶνος, καὶ ἐξ αὐτοῦ φυτευθήσεται φύτευμα καὶ σταθήσεται πάσας τὰς γενεὰς τοῦ αἰῶνος. 4Καὶ τῷ Ῥαφαὴλ εἶπε Πορεύου, Ῥαφαὴλ, καὶ δῆσον τὸν Ἀζαὴλ· χερσὶ καἰ ποσὶ συμπθδισον αὐτόν, καὶ ἔμβαλε αὐτὸν
5. 8 om αυτας Syncg 9 om των ανθρ. (2°) Syncg | τειτωναις P*vid (-νας Pcorr) | της γης] om της Syncg 2 11 om αυτους 3° Syncg 2 X 1 του Ααμεχ Syncg 4 εμβαλλε Syncg
6. P
7. Sync.
8. εἰς τὸ σκότος, καὶ ἄνοιξον τὴν ἔρημον τὴν οὐσαν ἐν τῇ ἐρήμῳ Δουδαήλ, καὶ ἐκεῖ πορευθεὶς βάλε αὐτόν· 5 καὶ ὑπόθες αὐτῷ λίθους ὀξεῖς καὶ λίθους τραχεῖς καὶ ἐπικάλυψον αὐτῷ σκότος, καὶ οἰκησάτω ἐκεῖ εἰς τὸν αἰῶνα· καὶ τὴν ὄψιν αὐτοῦ πώμασον καὶ φῶς μὴ θεωρείτω· ⁶καὶ ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως ἀπαχθήσεται εἰς τὸν ἐμπυρισμὸν τοῦ πυρός. ⁷καὶ ζασαι τὴν γῆν ἢν ἠφάνισαν οἱ ἐγρήγοροι, καὶ τὴν ἴασιν τῆς πληγῆς δήλωσον, ἴνα ἰάσωνται τὴν πληγὴν καὶ μὴ ἀπόλωνται πάντες οἱ υἱοὶ τῶν ἀνθρώπων ἐν τῷ μυστηρίῳ ὃ εἶπον οἱ ἐγρήγοροι καὶ ἐδίδαξαν τοὺς υἱοὺς αὐτῶν, ⁸καὶ ἠρημώθη πᾶσα ἡ γῆ ἐν τοῖς ἔργοις τῆς διδασκαλίας Ἀζαήλ· καὶ ἐπʼ αὐτῇ γράψον πάσας τὰς ἁμαρτίας. 9 Καὶ τῷ Γαβριὴλ εἶπε Πορεύου, Γαβριήλ, ἐπὶ τοὺς γίγαντας, ἐπὶ τοὺς κιβδήλους, ἐπὶ τοὺς υἱοὺς τῆς πορνείας, καὶ ἀπὸλεσον τοὺς υἱοὺς τῶν ἐγρηγόρων ἀπὸ τῶν υἱῶν τῶν ἀνθρώπων· πέμψον αὐτοὺς εἰς ἀλλήλους, ἐξ αὐτῶν εἰς αὐτοός, ἐν πολέμῳ καὶ ἐν ἀπωλείᾳ. καὶ μακρότης ἡμερῶν οὐκ ἔσται αὐτοῖς, ¹⁰καὶ πᾶσα ἐρώτησις οὐκ ἔστι τοῖς πατράσιν αὐτῶν, ὅτι ἐλπίζουσι ζῆσαι ζωὴν αἰώνιον, καὶ ὅτι ζήσεται ἕκαστος αὐτῶν ἔτη πεντακόσια. 11Καὶ τῷ Μιχαὴλ εζπε Πορεύου, Μιχαήλ, δῆσον Σεμιαζᾶν καὶ τοὺς ἄλλους σὺν αὐτῷ τοὺς συμμιγέντας ταῖς θυγατράσι τῶν ἀνθρώπων τοῦ μιανθῆναι ἐν αὐταῖς ἐν τῇ ἀκαθαρσίᾳ αὐτῶν. ¹2καὶ ὅταν κατασφαγῶσιν οἱ υἱοὶ αὐτῶν
9. και λιθ.] om και Syncg | τω σκ. P | οικειωσατω Syncg 7 μη] μην P | επαταξαν P 8 ερημωθη Syncg (txt) 9 τον Γ. Syncg 10 ερω- τησις (coniec Lods)] εργεσις P 11 τον M. Syncg (txt) | μιγεντας
10. P