Κεφ. ι΄.
τριάκοντα ἡμέραις, διὰ τῶν ἡμερῶν τὸν ἀριθμὸν τῶν τριάκοντα Αἰώνων ἐκτυποῦν. Καὶ τὸν ἥλιον δὲ ἐν δεκαδύο μησὶ περιεχόμενον l. περιερχ, καὶ τερματίζοντα τὴν κυκλικὴν 8 ἀποκατάστασιν, διὰ τῶν δώδεκα μηνῶν τὴν δωδεκάτην 9 H. δωδεάδα φανερὰν ποιεῖν. Τὰς δὲ H. Καὶ αὐτὰ δὲ τὰς ἡμέρας 1δεκαδύο ὡρῶν τὸ μέτρον ἐχούσας, τύπον τῆς
δωδεκάδος εἶναι. Ἀλλὰ μὴν καὶ τὴν ὥραν φασὶ, τὸ δωδέκατον τῆς ἡμέρας, ἐκ τριάκοντα μοιρῶν κεκοσμῆσθαι διὰ τὴν εἰκόνα τῆς τριακοντάδος. Καὶ αὐτοῦ δὲ τοῦ ζωδιακοῦ κύκλου τὴν περίμετρον εἶναι μοιρῶν τριακοσίων ἑξήκοντα· ἕκαστον γὰρ ζώδιον κοίρας ἔχει H. ἔχειν τριάκοντα. Οὕτωε δὲ καὶ διὰ τοῦ κύκλου τὴν εἰκόνα τῆς συναφείας τῶν δώδεκα πρὸς τὰ τριάκοντα τετηρῆσθαι λέγουσιν. Ἔτι μὴν καὶ τὴν γῆν εἰς 10 δώδεκα κλίματα διῃρῆσθαι φάσκοντες, 1καὶ καθʼ ἕκαστον κλίμα 11 δύναμιν ἐκ τῶν οὐρανῶν κατὰ κάθετον ὑποδεχομένην, ἐοικότα τίκτουσαν τέκνα τῇ καταπεμπούσῃ τὴν ὑπόῤῥοιαν δύναμιν, τύπον εἶναι τῆς δωδεκάδος καὶ τῶν τέκνων αὐτῆς σαφέστατον διαβεβαιοῦνται. Πρὸς δὲ τούτοις θελήσαντά φασι τὸν δημιουργὸν τῆς ἄνω ὀγδοάδος τὸ ἀπέραντον, καὶ αἰώνιον, καὶ ἀόριστον, καὶ ἄχρονον μιμήσασθαι, καὶ μὴ δυνηθέντα τὸ μόνιμον αὐτῆς, καὶ ἀΐδιον ἐκτοπῶσαι, διὰ τὸ καρπὸν adde ex H. αὐτὸν εἶναι ὑστερήματος, εἰς χρόνους, καὶ καιροὺς, ἀριθμούς τε πολυετεῖς τὸ αἰώνιον αὐτῆς κατατεθεῖσθαι, οἰόμενον 2ἐν τῷ πλήθει τῶν χρόνων μιμήσασθαι αὐτῆς τὸ ἀπέραντον. Ἐνταῦθά τε λέγουσιν, ἐκφυγούσης αὐτὸν τῆς ἀληθείας, ἐπηκολουθηκέναι τὸ ψεῦδος· καὶ διὰ τοῦτο κατάλυσιν πληρωθέντων τῶν χρόνων λαβεῖν αὐτοῦ τὸ ἔργον.
Libros quinque adversus haereses. Irenaeus. ed. William Wigan Harvey. United States. 2016.
Sponsored by Harvard College Library.
Funding provided by Harvard Library Arcadia Fund.