Κεφ. α΄.
1 2τὴν Σοφίαν, καὶ ἀποκατασταθῆναι τῇ 1συζογίᾳ· χωρισθείσης γὰρ τῆς Ἐνθυμήσεως ἀπʼ αὐτῆς σὺν τῷ ἐπιγινομένῳ 25 μένῳ πάθει, αὐτὴν μὲν ἐντὸς πληρώματος εἶναι· l. μεῖναι· 26 Tert. remansisse. τὴν δὲ ἐνθύμησιν αὐτῆς σὺν τῷ πάθει τοῦ Ὅρου ἀφορισθῆναι καὶ ἀποστερηθῆναι l. ἀποσταυρωθῆναι, καὶ ἐκτὸς αὐτοῦ γενομένην, εἶναι μὲν πνευματικὴν οὐσίαν, φυσικήν τινα Αἰῶνος ὁρμὴν τυγχάνουσαν· ἄμορφον δὲ καὶ ἀνείδεον 2διὰ τὸ μηδὲν καταλαβεῖν· καὶ διὰ τοῦτο 3καρπὸν ἀσθενῆ καὶ θῆλυν αὐτὸν λέγουσι.
καλοῦσιν αὐτὸν, τὴν δὲ μητέρα τὴν Ἀχαμὼθ Ὀῳδοάδα, ἀποσώζουσαν τὸν ἀριθμὸν τοῦ τῆς ἀρχεγόνου, καὶ πρὸ τῆς πρώτης τοῦ πληρώματος Ὀγδοάδος. Τοὺρ δὲ ἑπτὰ οὐρανοὺς οὐκ d. οὐκ εἶναι 3νοητούς f. l. νοερούς φασιν· Ἀγγέλους δὲ αὐτοὺς ὑποτίθενται, καὶ τὸν δημιουργὸν δὲ καὶ αὐτὸν ἄγγελον 80 Θεῷ ἐοικότα· ὡς καὶ τὸν Παράδεισον ὑπὲρ τρίτον οὐρανὸν 81 ὄντα, τέταρτον Ἄγγελον λέγουσι δυνάμει ὑπάρχειν, καὶ ἀπὸ τούτου τι εἰληφέναι τὸν Ἀδὰμ διατετριφότα ἐν αὐτῷ. Ταῦτα 82 δὲ τὸν δημιουργὸν φάσκουσιν ἀφʼ ἑαυτοῦ μὲν 1ὠῆσθαι κατασκευάζειν, πεποιηκέναι δ᾿ αὐτὰ τῆς Ἀχαμὼθ προβαλλούσης· οὐρανὸν πεποιηκέναι μὴ εἰδότα τὸν οὐρανόν· καὶ ἄνθρωπον πεπλακέναι, μὴ εἰδότα τὸν ἄνθρωπον· γῆν τε δεδειχέναι, μὴ ἐπιστάμενον τὴν γῆν· καὶ ἐπὶ πάντων οὕτως λέγουσιν 2ἠγνοηκέναι αὐτῶν τὰς ἰδέας ὧν ἐποίει, καὶ αὐτὴν τὴν μητέρα· αὐτὸν δὲ μόνον ὠῆσθαι πάντα εἶναι. Αἰτίαν δ᾿ αὐτῷ γεγονέναι τὴν μητέρα τῆς οἰήσεως ταύτης φάσκουσιν, τὴν οὕτω βουληθεῖσαν προαγαγεῖν αὐτὸν, κεφαλὴν μὲν καὶ ἀρχὴν τῆς ἰδίας οὐσίας, κύριον δὲ τῆς ὅλης πραγματείας. 3Ταύτην δὲ τὴν 83 Μητέρα καὶ Ὀγδοάδα καλοῦσι, καὶ Σοφίαν, καὶ Γῆν, καὶ Ἱερουσαλὴμ, καὶ ἅγιον Πνεῦμα, καὶ Κύριον ἀρσενικῶς. Ἔχειν δὲ τὸν τῆς μεσότητος τόπον αὐτὴν, καὶ εἶναι ὑπεράνω μὲν τοῦ Δημιουργοῦ, ὑποκάτω δὲ ἢ ἔξω τοῦ Πληρώματος μέχρι 1συντελείας.
πᾶν τὸ πνευματικὸν, τουτέστιν οἱ πνευματικοὶ ἄνθρωποι, οἱ τὴν τελείαν γνῶσιν ἔχοντες περὶ Θεοῦ καὶ τῆς Ἀχαμώθ· μεμυημένους δὲ μυστήρια εἶναι τούτους ὑποτίθειται. Ἐπαιδεύθησαν γὰρ τὰ ψυχικὰ οἱ ψυχικοὶ ἄνθρωποι, οἱ δἰ ἔργων καὶ πίστεως ψιλῆς βεβαιούμενοι, καὶ μὴ τήν τελείαν γνῶσιν 99 ἔχοντες· εἶναι δὲ τούτους ἀπὸ τῆς Ἐκκλησίας ἡμᾶς λέγουσι· διὸ καὶ ἡμῖν μὲν ἀναγκαίον εἶναι τὴν ἀγαθὴν πρᾶξιν ἄλλως γὰρ ἀδύνατον σωθῆναι. Αὐτοὺς δὲ μὴ διὰ πράξεως, ἀλλὰ διὰ τὸ 2φύσει πνευματικοὺς εἶναι, πάντῃ τε καὶ πάντως σωθήσεσθαι δογματίζουσιν. Ὡς γὰρ τὸ χοϊκὸν ἀδύνατον σωτηρίας μετασχεῖν· (οὐ γὰρ εἶναι λέγουσιν αὐτοὶ δεκτικὸν αὐτῆς) οὕτως πάλιν τὸ πνευματικὸν θέλουσιν οἱ αὐτοὶ ὁ θέλουσιν αὐτοὶ εἶναι ἀδύνατον φθορὰν καταδέξασθαι, 3κᾂν ὁποίαις συγκαταγένωνται πράξεσιν. Ὃν γὰρ τρόπον χρυσὸς ἐν βορβόρῳ κατατεθεὶς οὐκ ἀποβάλλει τήν 100 καλλονὴν αὐτοῦ, ἀλλὰ τὴν ἰδίαν φύσιν διαφυλάττει, τοῦ βορβόρου μηδὲν ἀδικῆσαι δυναμένου τὸν χρυσόν· οὕτω δὲ καὶ αὐτοὺς λέγουσι, κᾂν ἐν ὁποίαις ὑλικαῖς πράξεσι καταγένωνται, M. 30 μηδὲν αὐτοὺς παραβλάπτεσθαι, μηδὲ ἀποβάλλειν τὴν πνευματικὴν ὑπόστασιν.
181 κανόνα τῆς ἀληθείας ἀκλινῆ ἐν ἑαυτῷ κατέχων, 1ὃν διὰ τοῦ βαπτίσματος εἵληφε, τὰ μὲν ἐκ τῶν γραφῶν ὀνόματα, καὶ 182 τὰς λέξεις, καὶ τὰς παραβολὰς ἐπιγνώσεται, τὴν δὲ βλάσφημον ὑπόθεσιν ταύτην αὐτῶν οὐκ ἐπιγνώσεται. Καὶ γὰρ εἰ τὰς ψηφῖδας γνωρίσει, ἀλλὰ τὴν ἀλώπεκα ἀντὶ τῆς βασιλικῆς εἰκόνος οὐ παραδέξεται· ἓν ἕκαστον δὲ τῶν εἰρημένων ἀποδοὺς τῇ ἰδίᾳ τάξει, καὶ προσαρμόσας τῷ τῆς ἀληθείας σωματίῳ, γυμνώσει 183 καὶ ἀνυπόστατον ἐπιδείξει τὸ πλάσμα αὐτῶν. Ἐπεὶ δὲ τῇ σκηνῇ ταύτῃ λείπει ἡ 1ἀπολύτρωσις, ἵνα τις τὸν 2μῖμον αὐτὸν l. αὐτῶν 3περαιώσας τὸν ἀνασκευάζοντα λόγον ἐπενεγκεῖν, l. ἐπενέγκῃ, καλῶς ἔχειν ὑπελάβομεν ἐπιδείξαι πρότερον, ἐν οἶς οἱ πατέρες αὐτοὶ τοῦδε τοῦ 4μύθου διαφέρονται πρὸς ἀλλήλους, ὡς ἐκ διαφόρων πνευμάτων τῆς πλάνης ὄντες. Καὶ ἐκ τούτου γὰρ ἀκριβῶς συνιδεῖν ἔσται ἐστι, καὶ 5πρὸ τῆς ἀποδείξεως, βεβαίαν τὴν ὑπὸ τῆς Ἐκκλησίας κηρυσσομένην ἀλήθειαν, καὶ τὴν ὑπὸ τούτων παραπεποιημένην ψευδηγορίαν.
Libros quinque adversus haereses. Irenaeus. ed. William Wigan Harvey. United States. 2016.
Sponsored by Harvard College Library.
Funding provided by Harvard Library Arcadia Fund.