X.
Ὀναίμην ὑμῶν τῶν προσευχῶν· προσεύχεσθε, ἵνα Ἰησοῦ ἐπιτύχω. παρατίθεμαι ὑμῖν τὴν ἐν Ἀντιοχείᾳ ἐκκλησίαν.2.
ἀσπάζονται ὑμᾶς αἱ ἐκκλησίαι τῆς Ἀσίας καὶ Πολύκαρπος ὁ ἄνθρωπος θεοῦ, ᾧ καὶ παραθήσομαι τὴν ἐκκλησίαν τῆς Συρίας. ἀσπάζεται ὑμᾶς ἡ ἐκκλησία Φιλιππησίων, ὅθεν καὶ γράφω ὑμῖν. ἀσπάζεται ὑμᾶς Φίλων ὁ διάκονος ὑμῶν, ᾧ καὶ ἐγὼ εὐχαριστῶ σπουδαίως ὑπηρετοῦντί μοι ἐν πᾶσιν. ἀσπάζεται ὑμᾶς Ἀγαθόπους ὁ διάκονος, ὃς ἐκ Συρίας ἀκολουθεῖ μοι ἐν Χριστῷ.3.
ἀσπάσασθε ἀλλήλους ἐν ἁγίῳ φιλήματι. ἀσπάζομαι πάντας καὶ πάσας τοὺς ἐν Χριστῷ. ἔρρωσθε σώματι καὶ ψυχῇ καὶ πνεύματι, καὶ ἐμοῦ μὴ ἐπιλάθησθε. ὁ κύριος μεθ’ ὑμῶν.Epistulae interpolatae et epistulae suppositiciae (recensio longior) [Sp.]. Ignatius of Antioch. ed. Francis Xavier Funk, ed. Francis Diekamp. Tübingen. 1913.
Funding provided by Center for Hellenic Studies.