IV.
Οὐχ ὡς ἀπόστολος διατάσσομαι, ἀλλ’ ἐμαυτὸν μετρῶ, ἵνα μὴ ἐν καυχήσει ἀπόλωμαι. καλὸν δὲ τὸ ἐν κυρίῳ καυχᾶσθαι. κἂν ἐρρωμένος ὦ τὰ κατὰ θεόν, πλέον με δεῖ φοβεῖσθαι καὶ μὴ προσέχειν τοῖς εἰκῆ φυσιοῦσί με· οἱ γάρ με ἐπαινοῦντες μαστιγοῦσιν.2.
ἀγαπῶ μὲν γὰρ τὸ παθεῖν, ἀλλ’ οὐκ οἶδα, εἰ ἄξιός εἰμι· τὸ γὰρ ζῆλος τοῦ ἐχθροῦ πολλοῖς μὲν οὐ φαίνεται, ἐμὲ δὲ πολεμεῖ. χρήζω οὖν πραότητος, ἐν ᾗ καταλύεται ὁ ἄρχων τοῦ αἰῶνος τούτου ὁ διάβολος.Epistulae interpolatae et epistulae suppositiciae (recensio longior) [Sp.]. Ignatius of Antioch. ed. Francis Xavier Funk, ed. Francis Diekamp. Tübingen. 1913.
Funding provided by Center for Hellenic Studies.