X.
Γράφω δὲ ὑμῖν ταῦτα ἀπὸ Σμύρνης διὰ Ἐφεσίων τῶν ἀξιομακαρίστων. ἔστι δὲ ἅμα ἐμοὶ σὺν πολλοῖς καὶ ἄλλοις Κρόκος, τὸ ποθητὸν ὄνομα.2.
περὶ τῶν προσελθόντων ἀπὸ Συρίας εἰς Ῥώμην εἰς δόξαν θεοῦ πιστεύω ὑμᾶς ἐπεγνωκέναι· οἷς καὶ δηλώσετε ἐγγὺς με ὄντα· πάντες γάρ εἰσιν ἄξιοι θεοῦ καὶ ὑμῶν· οὓς πρέπον ἐστὶν ὑμῖν κατὰ πάντα ἀναπαῦσαι.3.
ἔγραψα δὲ ὑμῖν ταῦτα τῇ πρὸ ἐννέα καλανδῶν Σεπτεμβρίων. ἔρρωσθε εἰς τέλος ἐν ὑπομονῇ Ιησοῦ Χριστοῦ. 1Epistulae interpolatae et epistulae suppositiciae (recensio longior) [Sp.]. Ignatius of Antioch. ed. Francis Xavier Funk, ed. Francis Diekamp. Tübingen. 1913.
Funding provided by Center for Hellenic Studies.