III.
Τὰ δὲ ὑπό σου διὰ τῆς ἐπιστολῆς κελευσθέντα ἀσμένως ἐπλήρωσα, ἐν οὐδενὶ ἀμφιβάλλων, ὧν αὐτὴ καλῶς ἔχειν δεδοκίμακας. ἔγνων γάρ σε κρίσει θεοῦ τὴν μαρτυρίαν τοῖν ἀνδροῖν πεποιῆσθαι, ἀλλ’ οὐ χάριτι σαρκικῇ.2.
πάνυ δέ με ἧσαν καὶ αἱ συνεχεῖς σου τῶν γραφικῶν χωρίων μνῆμαι, ἃς ἀναγνοὺς οὐδὲ μέχρις ἐννοίας ἐνεδοίασα περὶ τὸ πρᾶγμα· οὐ γὰρ εἰχον τίσιν ὀφθαλμοῖς ἐκδραμεῖν, ὧν εἶχον ἀναντίρρητον ὑπό σου τὴν ἀπόδειξιν.3.
ἀντίψυχόν σου γενοίμην ἐγώ, ὅτι φιλεῖς Ἰησοῦν τὸν υἱὸν τοῦ θεοῦ τοῦ ζῶντος· διὸ καὶ αὐτὸς ἐρεῖ σοι· Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες εὑρήσουσιν εἰρήνην.Epistulae interpolatae et epistulae suppositiciae (recensio longior) [Sp.]. Ignatius of Antioch. ed. Francis Xavier Funk, ed. Francis Diekamp. Tübingen. 1913.
Funding provided by Center for Hellenic Studies.